<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2:40-46</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2:40-46</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2" n="40"><p rend="align(indent)">καὶ τὰ μὲν γεγενημένα, καὶ διʼ ἃ τὰ πράγματα ταῦτʼ ἔχομεν, σχεδόν τι ταῦτʼ ἐστίν, ὦ ἄνδρες· εἰ δὲ εἰδείητε τὴν Διοκλέους ἀναισχυντίαν, καὶ περὶ τὰ ἄλλα οἷός ἐστιν, οὐκ ἂν ἀπιστήσαιτε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπιστήσαιτε</foreign>Reiske: <foreign xml:lang="grc">ἀπιστῆσαί τις.</foreign></note> τῶν εἰρημένων οὐδενί. οὗτος μὲν γὰρ ἔχει<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔχει</foreign>Baiter: <foreign xml:lang="grc">εἶχε.</foreign></note> τὴν οὐσίαν, ἀφʼ ἧς νῦν ἐστι λαμπρός, ἀλλοτρίαν, ἀδελφῶν τριῶν ὁμομητρίων ἐπικλήρων καταλειφθεισῶν αὑτὸν τῷ πατρὶ αὐτῶν εἰσποιήσας, οὐδεμίαν ἐκείνου περὶ τούτων ποιησαμένου διαθήκην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2" n="41"><p>τοῖν δʼ ἀδελφαῖν τοῖν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῖν . . . τοῖν</foreign>Naber: <foreign xml:lang="grc">ταῖν . . . ταῖν.</foreign></note> δυοῖν ἐπειδὴ τὰ χρήματα εἰσεπράττετο ὑπὸ τῶν ἐκείναις συνοικούντων, τὸν μὲν τὴν πρεσβυτέραν ἔχοντα κατοικοδομήσας καὶ ἐπιβουλεύσας ἠτίμωσε, καὶ γραφὴν ὕβρεως γραφεὶς οὐδέπω τούτων δίκην δέδωκε,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δέδωκε</foreign>Sauppe: <foreign xml:lang="grc">ἔδωκε.</foreign></note> τῆς δὲ μετʼ ἐκείνην γενομένης τὸν ἄνδρα ἀποκτεῖναι κελεύσας οἰκέτην ἐκεῖνον μὲν ἐξέπεμψε, τὴν δʼ αἰτίαν εἰς τὴν ἀδελφὴν ἔτρεψε, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2" n="42"><p>καταπλήξας δὲ ταῖς αὑτοῦ βδελυρίαις προσαφῄρηται τὸν ὑὸν αὐτῆς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτῆς</foreign>Rauchenstein: <foreign xml:lang="grc">οῦ.</foreign></note> τὴν οὐσίαν ἐπιτροπεύσας, καὶ κατέχει τὸν ἀγρόν, φελλέα [χωρία ἄττα] δὲ ἐκείνῳ δέδωκε. καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, δεδίασι μὲν αὐτόν, ἴσως δʼ ἄν μοι καὶ μαρτυρῆσαι ἐθελήσειαν· εἰ δὲ μή, τοὺς εἰδότας παρέξομαι μάρτυρας. καί μοι κάλει δεῦρο αὐτοὺς πρῶτον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2" n="43"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">οὕτω τοίνυν ἀσελγὴς ὢν καὶ βίαιος καὶ τὴν τῶν ἀδελφῶν οὐσίαν ἀπεστερηκὼς οὐκ ἀγαπᾷ τὰ ἐκείνων ἔχων, ἀλλʼ ὅτι δίκην οὐδεμίαν αὐτῶν δέδωκεν, ἥκει καὶ τὰ τοῦ πάππου χρήματα ἡμᾶς ἀποστερήσων, καὶ τούτῳ δύο μνᾶς (ὡς ἀκούομεν) μόνας δεδωκὼς οὐ μόνον περὶ χρημάτων ἡμᾶς ἀλλὰ καὶ περὶ τῆς πατρίδος εἰς κινδύνους καθίστησιν. ἐὰν γὰρ ἐξαπατηθῆτε ὑμεῖς πεισθέντες ὡς ἡ μήτηρ ἡμῶν οὐκ ἦν πολῖτις, οὐδʼ ἡμεῖς ἐσμεν· μετʼ Εὐκλείδην γὰρ ἄρχοντα γεγόναμεν. ἆρα περὶ μικρῶν τινῶν ἡμῖν τὸν ἀγῶνα κατεσκεύακε; καὶ ζῶντος μὲν τοῦ πάππου καὶ τοῦ πατρὸς οὐδεμίαν αἰτίαν εἴχομεν, ἀλλʼ ἀναμφισβήτητοι τὸν ἅπαντα χρόνον διετελέσαμεν· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2" n="44"><p>ἐπειδὴ δʼ ἐκεῖνοι τετελευτήκασι, κἂν νῦν νικήσωμεν, ὄνειδος ἕξομεν, διότι ἠμφισβητήθημεν, διὰ τὸν Ὀρέστην τοῦτον τὸν κακῶς ἀπολούμενον, ὃς μοιχὸς ληφθεὶς καὶ παθὼν ὅ τι προσήκει τοὺς τὰ τοιαῦτα ποιοῦντας οὐδʼ ὣς ἀπαλλάττεται τοῦ πράγματος, ὡς οἱ συνειδότες καταμαρτυροῦσι. τοῦτον μὲν οὖν, οἷός ἐστι, καὶ νῦν ἀκούετε καὶ αὖθις ἀκριβέστερον πεύσεσθε, ὅταν κατʼ αὐτοῦ τὴν δίκην ἡμεῖς εἰσίωμεν· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2" n="45"><p>ὑμῶν δʼ ἐγὼ δέομαι καὶ ἱκετεύω, μή με περιίδητε περὶ τούτων ὑβρισθέντα τῶν χρημάτων ὧν ὁ πάππος κατέλιπε, μηδʼ ἀποστερηθέντα, ἀλλὰ βοηθήσατε καθʼ ὅσον ὑμῶν ἕκαστος τυγχάνει δυνάμενος. ἔχετε δὲ πίστεις ἱκανὰς ἐκ μαρτυριῶν, ἐκ βασάνων, ἐξ αὐτῶν τῶν νόμων, ὅτι τʼ ἐσμὲν 〈ἐκ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐκ</foreign>add. Dobree.</note> θυγατρὸς γνησίας Κίρωνος, καὶ ὅτι προσήκει ἡμῖν μᾶλλον ἢ τούτοις κληρονομεῖν τῶν ἐκείνου χρημάτων, ἐκγόνοις οὖσι τοῦ πάππου. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2" n="46"><p>μνησθέντες οὖν καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, καὶ τῶν λόγων οὓς εἰρήκαμεν, καὶ τῶν νόμων, ᾗ δίκαιόν ἐστι, ταύτῃ τὴν ψῆφον τίθεσθε.</p><p rend="align(indent)">οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων. λαβὲ δʼ αὐτοῖς τὴν μαρτυρίαν τὴν λοιπήν, ὡς ἐλήφθη μοιχός, καὶ ἀνάγνωθι.</p><p rend="align(center)"><label>〈Μαρτυρία〉</label></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>