<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2:35-39</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2:35-39</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2" n="35"><p rend="align(center)"><label>Νόμος</label></p><p rend="align(indent)">Κίρων γὰρ ἐκέκτητο οὐσίαν, ὦ ἄνδρες, ἀγρὸν μὲν Φλυῆσι, καὶ ταλάντου ῥᾳδίως ἄξιον, οἰκίας δʼ ἐν ἄστει δύο, τὴν μὲν μίαν μισθοφοροῦσαν, παρὰ τὸ ἐν Λίμναις Διονύσιον, δισχιλίας εὑρίσκουσαν, τὴν δʼ ἑτέραν, ἐν ᾗ αὐτὸς ᾤκει, τριῶν καὶ δέκα μνῶν· ἔτι δὲ ἀνδράποδα μισθοφοροῦντα καὶ δύο θεραπαίνας καὶ παιδίσκην, καὶ ἔπιπλα διʼ ὧν ᾤκει τὴν οἰκίαν, σχεδὸν σὺν τοῖς ἀνδραπόδοις ἄξια τριῶν καὶ δέκα<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τριῶν καὶ δέκα</foreign>Blass: <foreign xml:lang="grc">τρισκαίδεκα.</foreign></note> μνῶν· σύμπαντα δὲ ὅσα φανερὰ ἦν, πλέον ἢ ἐνενήκοντα μνῶν· χωρὶς δὲ τούτων δανείσματα οὐκ ὀλίγα, ἀφʼ ὧν ἐκεῖνος τόκους ἐλάμβανε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2" n="36"><p>τούτοις Διοκλῆς μετὰ τῆς ἀδελφῆς πάλαι ἐπεβούλευεν, ἐπειδὴ τάχιστα οἱ παῖδες οἱ Κίρωνος ἐτελεύτησαν. ἐκείνην μὲν γὰρ οὐκ ἐξεδίδου δυναμένην ἔτι τεκεῖν παῖδας ἐξ ἑτέρου ἀνδρός, ἵνα μὴ χωρισθείσης περὶ τῶν αὑτοῦ βουλεύσαιτο καθάπερ προσῆκεν, ἔπειθε δὲ μένειν φάσκουσαν ἐξ αὐτοῦ κυεῖν οἴεσθαι, προσποιουμένην δὲ διαφθείρειν ἄκουσαν, ἵνʼ ἐλπίζων ἀεὶ γενήσεσθαι παῖδας αὑτῷ μηδέτερον ἡμῶν εἰσποιήσαιτο ὑόν· καὶ τὸν πατέρα διέβαλλεν ἀεί, φάσκων αὐτὸν ἐπιβουλεύειν τοῖς ἐκείνου. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2" n="37"><p>τά τε οὖν χρέα πάντα, ὅσα ὠφείλετο αὐτῷ, καὶ 〈τοὺς〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοὺς</foreign>add. Herwerden.</note> τόκους ἔπειθε 〈πράξασθαι〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πράξασθαι</foreign>add. Buermann.</note> τά τε φανερὰ διʼ αὑτοῦ ποιεῖσθαι, παράγων ἄνδρα πρεσβύτερον θεραπείαις καὶ κολακείαις, ἕως ἅπαντα τὰ ἐκείνου περιέλαβεν. εἰδὼς δὲ ὅτι πάντων ἐγὼ τούτων κατὰ τὸ προσῆκον εἶναι κύριος ζητήσω, ὁπότε ὁ πάππος τελευτήσειεν,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τελευτήσειεν</foreign>Scaliger: <foreign xml:lang="grc">ἐτελεύτησεν.</foreign></note> εἰσιέναι μέν με καὶ θεραπεύειν ἐκεῖνον καὶ συνδιατρίβειν οὐκ ἐκώλυε, δεδιὼς μὴ τραχυνθεὶς εἰς ὀργὴν κατασταίη<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κατασταίη</foreign>schedae *etonenses, Reiske: <foreign xml:lang="grc">-αίην.</foreign></note> πρὸς αὑτόν, παρεσκεύαζε δέ μοι τὸν ἀμφισβητήσοντα τῆς οὐσίας, μέρος πολλοστὸν τούτῳ μεταδιδοὺς εἰ κατορθώσειεν, αὑτῷ δὲ ταῦτα πάντα περιποιῶν, καὶ οὐδὲ πρὸς τοῦτον ὁμολογῶν τὸν πάππον χρήματα καταλείπειν,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καταλείπειν</foreign>scripsi: <foreign xml:lang="grc">-λιπεῖν.</foreign></note> ἀλλʼ εἶναι φάσκων οὐδέν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2" n="38"><p>καὶ ἐπειδὴ τάχιστα ἐτελεύτησεν, ἐντάφια προπαρασκευασάμενος τὸ μὲν ἀργύριον ἐμὲ ἐκέλευεν ἐνεγκεῖν, ὡς τῶν μαρτύρων ἠκούσατε μαρτυρησάντων, ἀπειληφέναι δὲ παρὰ τοῦδε προσεποιεῖτο, παρʼ ἐμοῦ δὲ οὐκέτι ἤθελεν ἀπολαβεῖν, ὑποπαρωθῶν, ὅπως ἐκεῖνος δοκοίη θάπτειν ἀλλὰ μὴ ἐγὼ τὸν πάππον. ἀμφισβητοῦντος δὲ τούτου καὶ τῆς οἰκίας ταύτης καὶ τῶν ἄλλων ὧν ἐκεῖνος κατέλιπε, καὶ οὐδὲν φάσκοντος καταλελοιπέναι, βιάσασθαι μὲν καὶ τὸν πάππον μεταφέρειν ἐν ταῖς τοιαύταις ἀκαιρίαις οὐκ ᾤμην δεῖν, τῶν φίλων μοι ταῦτα συγγιγνωσκόντων, συνεποίουν δὲ καὶ συνέθαπτον, ἐξ ὧν ὁ πάππος κατέλιπε τῶν ἀναλωμάτων γιγνομένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg008.perseus-grc2" n="39"><p>καὶ ταῦτα μὲν οὕτως ἀναγκασθεὶς ἔπραξα τοῦτον τὸν τρόπον· ὅπως δὲ μηδέν μου ταύτῃ πλεονεκτοῖεν, παρʼ ὑμῖν φάσκοντες οὐδέν με εἰς τὴν ταφὴν ἀνηλωκέναι, τὸν ἐξηγητὴν ἐρόμενος ἐκείνου κελεύσαντος ἀνήλωσα παρʼ ἐμαυτοῦ καὶ τὰ ἔνατα ἐπήνεγκα, ὡς οἷόν τε κάλλιστα παρασκευάσας, ἵνα αὐτῶν ἐκκόψαιμι ταύτην τὴν ἱεροσυλίαν, καὶ ἵνα μὴ δοκοῖεν οὗτοι μὲν ἀνηλωκέναι πάντα, ἐγὼ δὲ μηδέν,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μηδέν</foreign>Herwerden: <foreign xml:lang="grc">οὐδέν.</foreign></note> ἀλλʼ ὁμοίως κἀγώ. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>