<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2:20-39</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2:20-39</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="20"><p>πατρῴων μὲν οὖν καὶ ἀδελφοῦ χρημάτων τὸ ἴσον αὐτοῖς ὁ νόμος μετασχεῖν δίδωσιν· ἀνεψιοῦ δέ, καὶ εἴ τις ἔξω ταύτης τῆς συγγενείας ἐστίν, οὐκ ἴσον, ἀλλὰ προτέροις τοῖς ἄρρεσι τῶν θηλειῶν τὴν ἀγχιστείαν πεποίηκε. λέγει γάρ “κρατεῖν δὲ τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων, οἳ ἂν ἐκ τῶν αὐτῶν ὦσι, κἂν γένει ἀπωτέρω τυγχάνωσιν ὄντες.” ταύτῃ μὲν οὖν οὐδὲ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδὲ</foreign>Aldus: <foreign xml:lang="grc">οὐδὲν.</foreign></note> μέρους λαχεῖν προσῆκε, Θρασυβούλῳ δὲ ἁπάντων, εἰ μὴ κυρίαν ἡγεῖτο εἶναι τὴν ἐμὴν εἰσποίησιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="21"><p>ἐκεῖνος τοίνυν οὔτε ἐξ ἀρχῆς ἠμφισβήτηκε πρὸς ἐμὲ οὐδὲν οὔτε νῦν δίκην εἴληχε περὶ αὐτῶν, ἀλλὰ ταῦτα πάντα καλῶς ἔχειν ὡμολόγηκεν· οἱ δʼ ὑπὲρ ταύτης πάντων ἀμφισβητεῖν τετολμήκασιν· εἰς τοῦτο ἀναιδείας ἐληλύθασι. λαβὲ δὴ αὐτοῖς τοὺς νόμους, παρʼ οὓς ταῦτα πεποιήκασι, καὶ ἀνάγνωθι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="22"><p rend="align(center)"><label>Νόμος</label><note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">νόμος</foreign>Aldus: <foreign xml:lang="grc">νόμοι.</foreign></note></p><p rend="align(indent)">ἐνταῦθα μὲν ὁμοίως καὶ ἀδελφὴ καὶ ἀδελφιδοῦς ἰσόμοιροι κατὰ τὸν νόμον εἰσί. λαβὲ δὴ καὶ τοῦτον, καὶ ἀναγίγνωσκε αὐτοῖς.</p><p rend="align(center)"><label>〈Νόμος〉</label></p><p rend="align(indent)">ἐὰν μὴ ὦσιν ἀνεψιοὶ μηδὲ ἀνεψιῶν παῖδες, μηδὲ τοῦ πρὸς πατρὸς γένους<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γένους</foreign>Dobree: <foreign xml:lang="grc">γενομένου.</foreign></note> ᾖ προσήκων μηδείς, τότε ἀπέδωκε τοῖς πρὸς μητρός, διορίσας οὓς δεῖ κρατεῖν. λαβὲ δὲ αὐτοῖς καὶ τοῦτον τὸν νόμον καὶ ἀνάγνωθι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="23"><p rend="align(center)"><label>Νόμος</label></p><p rend="align(indent)">ταῦτα τῶν νόμων κελευόντων ὁ μὲν ἀνὴρ ὢν οὐδὲ μέρους<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μέρους</foreign>Dobree: <foreign xml:lang="grc">τὸ μέρος.</foreign></note> εἴληχεν, οἱ δʼ ὑπὲρ ταύτης, τῆς γυναικός, ἁπάντων· οὕτω τὴν ἀναίδειαν οὐδεμίαν ζημίαν εἶναι νομίζουσι. καὶ ὑπὲρ τούτων τολμήσουσι καὶ τοῖς λόγοις χρῆσθαι<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">χρῆσθαι</foreign>scripsi: <foreign xml:lang="grc">χρῶνται.</foreign></note> τοιούτοις, ὡς αὐτοῖς ὅλου τοῦ κλήρου ληκτέον, ὅτι Θρασύβουλος ἐκποίητος εἰς τὸν οἶκον τὸν Ἱππολοχίδου γέγονε, λέγοντες τοῦτο μὲν ἀληθές, ἐκεῖνο δʼ οὐ προσῆκον· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="24"><p>τί γὰρ ἧττον αὐτῷ τῆς συγγενείας ταύτης προσῆκεν; οὐ γὰρ κατὰ τὸν πατέρα ἀλλὰ κατὰ τὴν μητέρα καὶ τῶν Ἀπολλοδώρου τοῦ Εὐπόλιδος ὑέος τὸ μέρος εἴληφε· καὶ τῶνδε ἐξῆν αὐτῷ κατὰ ταύτην τὴν συγγένειαν λαγχάνειν, ὄντι προτέρῳ ταύτης, εἴπερ τὰ πεπραγμένα μὴ κυρίως ἔχειν ἐνόμιζεν. ἀλλʼ οὐκ ἔστιν ἀναίσχυντος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="25"><p>μητρὸς δʼ οὐδείς ἐστιν ἐκποίητος, ἀλλʼ ὁμοίως ὑπάρχει τὴν αὐτὴν εἶναι μητέρα, κἂν ἐν τῷ πατρῴῳ μένῃ τις οἴκῳ κἂν ἐκποιηθῇ.<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐκποιηθῇ</foreign>Bekker: <foreign xml:lang="grc">-θείη.</foreign></note> διὸ τῶν Ἀπολλοδώρου χρημάτων οὐκ ἀπεστερήθη τοῦ μέρους, ἀλλὰ μετειλήφει τὸ ἡμικλήριον, πρὸς ταύτην νειμάμενος. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="26"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">οὕτω μὲν οὐχ οἱ γεννῆται μόνον καὶ φράτορες γεγόνασι μάρτυρες τῆς ἐμῆς ποιήσεως, ἀλλὰ καὶ Θρασύβουλος οὐκ ἀμφισβητῶν αὐτὸς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτὸς</foreign>Buermann: <foreign xml:lang="grc">αὐτῶ.</foreign></note> ἔργῳ δεδήλωκεν ὅτι τὰ πεπραγμένα Ἀπολλοδώρῳ κυρίως ἔχειν νομίζει καὶ κατὰ τοὺς νόμους· οὐ γὰρ ἄν ποτε τοσούτων χρημάτων οὐκ ἐλάγχανε. γεγόνασι δὲ ὅμως καὶ ἄλλοι μάρτυρες αὐτῶν.<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτῶν</foreign>Scheibe: <foreign xml:lang="grc">αὐτῶ.</foreign></note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="27"><p>πρὶν γὰρ ἐμὲ ἥκειν ἐκ τῆς Πυθαίδος, ἔλεγε πρὸς τοὺς δημότας Ἀπολλόδωρος ὅτι πεποιημένος εἴη με ὑὸν καὶ ἐγγεγραφὼς εἰς τοὺς συγγενεῖς καὶ φράτορας, καὶ παραδεδώκοι τὴν οὐσίαν, καὶ διεκελεύεθʼ ὅπως, ἄν τι πάθῃ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πάθῃ</foreign>Schaefer: <foreign xml:lang="grc">-οι.</foreign></note> πρότερον, ἐγγράψουσί<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐγγράψουσι</foreign>Dobree: <foreign xml:lang="grc">-φουσι.</foreign></note> με εἰς τὸ ληξιαρχικὸν γραμματεῖον Θράσυλλον Ἀπολλοδώρου καὶ μὴ ὡς ἄλλως ποιήσουσι.<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ποιήσουσι</foreign>Dobree: <foreign xml:lang="grc">-ωσι.</foreign></note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="28"><p>κἀκεῖνοι ταῦτα ἀκούσαντες, τούτων ἐν ἀρχαιρεσίαις κατηγορούντων καὶ λεγόντων ὡς οὐκ ἐποιήσατό με ὑόν, καὶ ἐξ ὧν ἤκουσαν καὶ ἐξ ὧν ᾔδεσαν, ὀμόσαντες καθʼ ἱερῶν ἐνέγραψάν με, καθάπερ ἐκεῖνος ἐκέλευε· τοσαύτη περιφάνεια τῆς ἐμῆς ποιήσεως ἐγένετο παρʼ αὐτοῖς. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="29"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">ἐπὶ μὲν τοσούτων μαρτύρων, ὦ ἄνδρες, γέγονεν ἡ ποίησις, ἔχθρας μὲν παλαιᾶς αὐτῷ πρὸς τούτους οὔσης, φιλίας δὲ πρὸς ἡμᾶς καὶ συγγενείας οὐ μικρᾶς ὑπαρχούσης. ὡς δʼ οὐδʼ εἰ μηδέτερον τούτων ὑπῆρχε, μήτε ἔχθρα πρὸς τούτους μήτε φιλία πρὸς ἡμᾶς, οὐκ ἄν ποτε Ἀπολλόδωρος ἐπὶ τούτοις τὸν κλῆρον τοῦτον κατέλιπεν, οἶμαι καὶ ταῦθʼ ὑμῖν ῥᾳδίως ἐπιδείξειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="30"><p>πάντες γὰρ οἱ τελευτήσειν μέλλοντες πρόνοιαν ποιοῦνται σφῶν αὐτῶν, ὅπως μὴ ἐξερημώσουσι τοὺς σφετέρους αὐτῶν οἴκους, ἀλλʼ ἔσται τις [καὶ] ὁ ἐναγιῶν καὶ πάντα τὰ νομιζόμενα αὐτοῖς ποιήσων· διὸ κἂν ἄπαιδες τελευτήσωσιν, ἀλλʼ οὖν ποιησάμενοι καταλείπουσι. καὶ οὐ μόνον ἰδίᾳ ταῦτα γιγνώσκουσιν, ἀλλὰ καὶ δημοσίᾳ τὸ κοινὸν τῆς πόλεως οὕτω ταῦτʼ ἔγνωκε· νόμῳ γὰρ τῷ ἄρχοντι τῶν οἴκων, ὅπως ἂν μὴ ἐξερημῶνται, προστάττει τὴν ἐπιμέλειαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="31"><p>ἐκείνῳ δὲ πρόδηλον ἦν ὅτι εἰ καταλείψει τὸν κλῆρον ἐπὶ τούτοις, ἔρημον ποιήσει τὸν οἶκον, τί προορῶντι; ταύτας τὰς ἀδελφὰς τὸν μὲν Ἀπολλοδώρου τοῦ ἀδελφοῦ κλῆρον ἐχούσας, ἐκείνῳ δʼ οὐκ εἰσποιούσας ὄντων αὐταῖς παίδων, καὶ τοὺς μὲν ἄνδρας αὐτῶν τὴν γῆν, ἣν ἐκεῖνος κατέλιπε, καὶ τὰ κτήματα πέντε ταλάντων πεπρακότας καὶ τὸ ἀργύριον διανειμαμένους, τὸν δὲ οἶκον αἰσχρῶς οὕτω καὶ δεινῶς ἐξηρημωμένον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="32"><p>ὃς δὴ ταῦτʼ ᾔδει τὸν τούτων ἀδελφὸν πεπονθότα, πῶς ἂν προσεδόκησεν αὐτός, εἰ καὶ φίλος ἦν, τυχεῖν τῶν νομιζομένων ὑπʼ αὐτῶν, ἀνεψιὸς ὢν ἀλλʼ οὐκ ἀδελφὸς αὐταῖς; οὐκ ἐνῆν ἐλπίσαι δήπουθεν. ἀλλὰ μὴν ὅτι ἄπαιδα ἐκεῖνον περιεωράκασι καὶ τὰ χρήματα ἔχουσι καὶ οἶκον ἐκ τοῦ φανεροῦ τριηραρχοῦντα ἀνῃρήκασι, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="33"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">εἰ τοίνυν καὶ τοιοῦτοι τὰς φύσεις περὶ ἀλλήλους εἰσὶ καὶ ἔχθραι πρὸς Ἀπολλόδωρον τὸν ἐμὲ ποιησάμενον ὑπῆρχον αὐτοῖς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτοῖς</foreign>Reiske: <foreign xml:lang="grc">αὐταῖς.</foreign></note> τηλικαῦται τὸ μέγεθος, τί βέλτιον ἂν ἔπραξεν ἢ ταῦτα βουλευσάμενος ἅπερ ἐποίησεν; εἰ νὴ Δία παιδίον ἐποιήσατο λαβὼν παρά του τῶν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">παρά του τῶν</foreign>Reiske: <foreign xml:lang="grc">παρὰ τούτων.</foreign></note> φίλων ὄντων, καὶ τούτῳ τὴν οὐσίαν ἔδωκεν; ἀλλὰ [καὶ] τοῦτʼ ἦν ἄδηλον καὶ τοῖς γεννήσασιν, εἴτε σπουδαῖον εἴτε μηδενὸς ἄξιον ἔμελλεν ἔσεσθαι, διὰ τὴν ἡλικίαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="34"><p>ἐμοῦ δὲ πεῖραν εἰλήφει, δοκιμασίαν ἱκανὴν λαβών. εἴς τε γὰρ τὸν πατέρα καὶ τὴν μητέρα οἷος ἦν ἀκριβῶς ᾔδει, τῶν τʼ οἰκείων ἐπιμελῆ καὶ τἀμαυτοῦ πράττειν ἐπιστάμενον· ἐν ἀρχῇ τε, θεσμοθετήσας, ὡς ἐγενόμην οὐκ ἄδικος οὐδὲ πλεονέκτης, ἠπίστατο σαφῶς. ὥστʼ οὐκ ἀγνοῶν ἀλλὰ σαφῶς εἰδὼς ἐποίει με τῶν αὑτοῦ κύριον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="35"><p>καὶ μὴν οὐδὲ ἀλλότριον ἀλλʼ ὄντα ἀδελφιδοῦν, οὐδʼ αὖ μικρὰ πεπονθὼς ἀλλὰ μεγάλα ἀγαθὰ ὑφʼ ἡμῶν, οὐδʼ αὖ ἀφιλότιμον, ὃς τὰ ὄντα ἀφανιεῖν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀφανιεῖν</foreign>Cobet: <foreign xml:lang="grc">ἀφιέναι.</foreign></note> ἔμελλον ὥσπερ οὗτοι τὰ τοῦ κλήρου πεποιήκασιν, ἀλλὰ βουλησόμενον καὶ τριηραρχεῖν καὶ πολεμεῖν καὶ χορηγεῖν καὶ πάνθʼ ὑμῖν τὰ προσταττόμενα ποιεῖν, ὥσπερ κἀκεῖνος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="36"><p>καίτοι εἰ καὶ συγγενὴς καὶ φίλος καὶ εὐεργέτης καὶ φιλότιμος καὶ δεδοκιμασμένος ὑπῆρχον τοιοῦτος εἶναι, τίς 〈ἂν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign>add. Bekker.</note> ἀμφισβητήσειε μὴ οὐκ ἀνδρὸς εὖ φρονοῦντος εἶναι ταύτην τὴν ποίησιν; ἐγὼ τοίνυν ἕν γε τῶν ὑπʼ ἐκείνου δοκιμασθέντων ἤδη πεποίηκα· γεγυμνασιάρχηκα γὰρ εἰς Προμήθεια<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Προμήθεια</foreign>Meursius: <foreign xml:lang="grc">προμήθειαν.</foreign></note> τοῦδε τοῦ ἐνιαυτοῦ φιλοτίμως, ὡς οἱ φυλέται πάντες ἴσασιν. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="37"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">τὰ μὲν ἡμέτερα δίκαια, καθʼ ἃ προσηκόντως ἔχειν φαμὲν τὸν κλῆρον, ταῦτʼ ἐστίν, ὦ ἄνδρες· δεόμεθα δʼ ὑμῶν βοηθεῖν ἡμῖν καὶ ἕνεκα Ἀπολλοδώρου καὶ ἕνεκα τοῦ ἐκείνου πατρός· οὐ γὰρ ἀχρήστους αὐτοὺς εὑρήσετε πολίτας, ἀλλʼ ὡς οἷόν τʼ εἰς τὰ ὑμέτερα προθυμοτάτους.<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">προθυμοτάτους</foreign>Stephanus: <foreign xml:lang="grc">-τέρους.</foreign></note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="38"><p>ὁ μὲν γὰρ πατὴρ αὐτοῦ τάς τε ἄλλας ἁπάσας λῃτουργίας λελῃτούργηκε, καὶ τριηραρχῶν τὸν πάντα χρόνον διετέλεσεν, οὐκ ἐκ συμμορίας [τὴν ναῦν ποιησάμενος] ὥσπερ οἱ νῦν, ἀλλʼ ἐκ τῶν αὑτοῦ δαπανῶν, οὐδὲ δεύτερος αὐτὸς ὢν ἀλλὰ κατὰ μόνας, οὐδὲ δύο ἔτη διαλιπὼν ἀλλὰ συνεχῶς, οὐδʼ ἀφοσιούμενος ἀλλʼ ὡς οἷόν τʼ ἄριστα παρασκευαζόμενος. ἀνθʼ ὧν ὑμεῖς κἀκεῖνον ἐτιμᾶτε, μεμνημένοι τούτων τῶν ἔργων, καὶ τὸν ὑὸν αὐτοῦ τῶν χρημάτων ἀποστερούμενον ἐσώσατε, τοὺς ἔχοντας ἀποδοῦναι τὰ ὄντʼ αὐτῷ καταναγκάσαντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg007.perseus-grc2" n="39"><p>καὶ μὴν καὶ αὐτὸς Ἀπολλόδωρος οὐχ ὥσπερ Προνάπης ἀπεγράψατο μὲν τίμημα μικρόν, ὡς ἱππάδα δὲ τελῶν ἄρχειν ἠξίου τὰς ἀρχάς, οὐδὲ βίᾳ μὲν ἐζήτει τὰ ἀλλότριʼ ἔχειν, ὑμᾶς δʼ ᾤετο δεῖν μηδὲν ὠφελεῖν, ἀλλὰ φανερὰ τὰ ὄντα καταστήσας ὑμῖν, ὅσα προστάττοιτε, πάνθʼ ὑπηρέτει [φιλοτίμως] οὐδέν τʼ ἀδικῶν ἐκ τῶν ἑαυτοῦ φιλοτίμως ἐπειρᾶτο ζῆν, εἰς αὑτὸν μὲν τὰ μέτρια ἀναλίσκειν οἰόμενος δεῖν, τὰ δʼ ἄλλα τῇ πόλει περιποιεῖν, ἵνα ἐξαρκοίη πρὸς τὰς δαπάνας. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>