<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2:60-65</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2:60-65</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2" n="60"><p>τῆς δὲ τούτων οὐσίας, ὦ ἄνδρες, εἰς τὴν πόλιν πλείω ἀναλίσκεται ἢ εἰς αὐτοὺς τούτους. καὶ Φανόστρατος μὲν τετριηράρχηκεν ἑπτάκις ἤδη, τὰς δὲ λῃτουργίας ἁπάσας λελῃτούργηκε καὶ τὰς πλείστας νίκας νενίκηκεν· οὑτοσὶ δὲ Χαιρέστρατος τηλικοῦτος ὢν τετριηράρχηκε, κεχορήγηκε δὲ τραγῳδοῖς, γεγυμνασιάρχηκε δὲ λαμπάδι· καὶ τὰς εἰσφορὰς εἰσενηνόχασιν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰσενηνόχασιν</foreign>Reiske: <foreign xml:lang="grc">-ήνοχαν.</foreign></note> ἀμφότεροι πάσας ἐν τοῖς τριακοσίοις. καὶ τέως μὲν δύʼ ὄντες, νῦν δὲ καὶ ὁ νεώτερος οὑτοσὶ χορηγεῖ μὲν τραγῳδοῖς, εἰς δὲ τοὺς τριακοσίους ἐγγέγραπται καὶ εἰσφέρει τὰς εἰσφοράς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2" n="61"><p>ὥστʼ οὐ φθονεῖσθαί εἰσιν ἄξιοι, ἀλλὰ πολὺ μᾶλλον νὴ Δία καὶ τὸν Ἀπόλλω οὗτοι, εἰ λήψονται ἃ μὴ προσήκει αὐτοῖς. τοῦ γὰρ Φιλοκτήμονος κλήρου ἂν μὲν ἐπιδικάσηται ὅδε, ὑμῖν αὐτὸν ταμιεύσει, τὰ προσταττόμενα λῃτουργῶν ὥσπερ καὶ νῦν καὶ ἔτι μᾶλλον· ἐὰν δʼ οὗτοι λάβωσι, διαφορήσαντες ἑτέροις ἐπιβουλεύσουσι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2" n="62"><p rend="align(indent)">δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες, ἵνα μὴ ἐξαπατηθῆτε, τῇ διαμαρτυρίᾳ τὸν νοῦν προσέχειν περὶ ἧς τὴν ψῆφον οἴσετε· καὶ πρὸς ταύτην αὐτὸν κελεύετε τὴν ἀπολογίαν ποιεῖσθαι, ὥσπερ καὶ ἡμεῖς κατηγορήσαμεν. γέγραπται ὡς οὐκ ἔδωκεν οὐδὲ διέθετο Φιλοκτήμων· τοῦτο ἐπιδέδεικται ψεῦδος ὄν· καὶ γὰρ [ὁ δοὺς καὶ ὁ διαθέμενος καὶ] μαρτυροῦσιν οἱ παραγενόμενοι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2" n="63"><p>τί ἔτι; τελευτῆσαι ἄπαιδα Φιλοκτήμονα. πῶς οὖν ἄπαις ἦν ὅστις<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἄπαις ἦν ὅστις</foreign>Reiske: <foreign xml:lang="grc">ἂν αἴσιμός τις.</foreign></note> τὸν ἑαυτοῦ ἀδελφιδοῦν ὑὸν ποιησάμενος κατέλιπεν, ᾧ ὁμοίως ὁ νόμος τὴν κληρονομίαν ἀποδίδωσι καὶ τοῖς ἐξ αὐτοῦ γενομένοις; καὶ διαρρήδην ἐν τῷ νόμῳ γέγραπται, ἐὰν ποιησαμένῳ παῖδες ἐπιγένωνται, τὸ μέρος ἑκάτερον ἔχειν τῆς οὐσίας καὶ κληρονομεῖν ὁμοίως ἀμφοτέρους. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2" n="64"><p>ὡς οὖν εἰσὶ γνήσιοι οἱ παῖδες οἵδε, τοῦτʼ αὐτὸ ἐπιδεικνύτω, ὥσπερ ἂν ὑμῶν ἕκαστος. οὐ γὰρ ἂν εἴπῃ μητρὸς ὄνομα, γνήσιοί εἰσιν,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γνήσιοί εἰσιν</foreign>Bekker: <foreign xml:lang="grc">γνήσιός ἐστιν.</foreign></note> ἀλλʼ ἐὰν ἐπιδεικνύῃ ὡς ἀληθῆ λέγει, τοὺς συγγενεῖς παρεχόμενος τοὺς εἰδότας συνοικοῦσαν τῷ Εὐκτήμονι 〈καὶ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign>add. Sauppe.</note> τοὺς δημότας καὶ τοὺς φράτορας, εἴ τι ἀκηκόασι πώποτε ἢ ἴσασιν ὑπὲρ αὐτῆς Εὐκτήμονα λῃτουργήσαντα, ἔτι δὲ ποῦ τέθαπται, ἐν ποίοις μνήμασι, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg006.perseus-grc2" n="65"><p>〈καὶ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign>Buermann.</note> τίς εἶδε τὰ νομιζόμενα ποιοῦντα Εὐκτήμονα· ποῖ δʼ ἔτʼ ἰόντες οἱ παῖδες ἐναγίζουσι καὶ χέονται, καὶ τίς εἶδε ταῦτα τῶν πολιτῶν ἢ τῶν οἰκετῶν 〈τῶν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῶν</foreign>add. Dobree.</note> Εὐκτήμονος. ταῦτα γάρ ἐστιν ἔλεγχος<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔλεγχος</foreign>Aldus: <foreign xml:lang="grc">ἔνοχος.</foreign></note> ἅπαντα, καὶ οὐ λοιδορία. καὶ ἐὰν περὶ αὐτοῦ τούτου κελεύητε ἐπιδεικνύναι ὥσπερ καὶ διεμαρτύρησεν, ὑμεῖς τε τὴν ψῆφον ὁσίαν καὶ κατὰ τοὺς νόμους θήσεσθε, τοῖσδέ τε τὰ δίκαια γενήσεται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>