<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2:40-47</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2:40-47</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="40"><p>τῶν δʼ ἐπιτηδείων Μέλανα μὲν τὸν Αἰγύπτιον, ᾧ ἐκ μειρακίου φίλος ἦν, ὅπερ ἔλαβε παρʼ αὐτοῦ ἀργύριον ἀποστερήσας, ἔχθιστός ἐστι· τῶν δὲ ἄλλων αὐτοῦ φίλων οἱ μὲν οὐκ ἀπέλαβον ἃ ἐδάνεισαν, οἱ δʼ ἐξηπατήθησαν, καὶ οὐκ ἔλαβον ἃ ὑπέσετο αὐτοῖς, εἰ ἐπιδικάσαιτο τοῦ κλήρου, δώσειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="41"><p>καίτοι, ὦ ἄνδρες, οἱ ἡμέτεροι πρόγονοι οἱ ταῦτα κτησάμενοι καὶ καταλιπόντες πάσας μὲν χορηγίας ἐχορήγησαν, εἰσήνεγκαν δὲ εἰς τὸν πόλεμον χρήματα πολλὰ ὑμῖν, καὶ τριηραρχοῦντες οὐδένα χρόνον διέλιπον. καὶ τούτων μαρτύρια ἐν τοῖς ἱεροῖς ἀναθήματα ἐκεῖνοι ἐκ τῶν περιόντων, μνημεῖα τῆς αὑτῶν ἀρετῆς, ἀνέθεσαν, τοῦτο μὲν ἐν Διονύσου τρίποδας, οὓς χορηγοῦντες καὶ νικῶντες ἔλαβον, τοῦτο δʼ ἐν Πυθίου· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="42"><p>ἔτι δʼ ἐν ἀκροπόλει ἀπαρχὰς τῶν ὄντων ἀναθέντες πολλοῖς, ὡς ἀπὸ ἰδίας κτήσεως, ἀγάλμασι χαλκοῖς καὶ λιθίνοις κεκοσμήκασι τὸ ἱερόν. αὐτοὶ δʼ ὑπὲρ τῆς πατρίδος πολεμοῦντες ἀπέθανον, Δικαιογένης μὲν ὁ Μενεξένου τοῦ ἐμοῦ πάππου πατὴρ στρατηγῶν ὅτε ἡ ἐν Ἐλευσῖνι μάχη ἐγένετο, Μενέξενος δʼ ὁ ἐκείνου ὑὸς φυλαρχῶν τῆς Ὀλυνθίας<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Ὀλυνθίας</foreign>Palmer: <foreign xml:lang="grc">Ὀλυσίας.</foreign></note> ἐν Σπαρτώλῳ, Δικαιογένης δὲ ὁ Μενεξένου τριηραρχῶν τῆς Παράλου ἐν Κνίδῳ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="43"><p>τὸν μὲν τούτων<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τούτων</foreign>Wyse: <foreign xml:lang="grc">τοῦτον.</foreign></note> οἶκον σύ, ὦ Δικαιόγενες, παραλαβὼν κακῶς καὶ αἰσχρῶς διολώλεκας, καὶ ἐξαργυρισάμενος πενίαν ὀδύρῃ, ποῖ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ποῖ</foreign>Bekker: <foreign xml:lang="grc">ποῦ.</foreign></note> ἀναλώσας; οὔτε γὰρ εἰς τὴν πόλιν οὔτε εἰς τοὺς φίλους φανερὸς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">φανερὸς</foreign>Scaliger: <foreign xml:lang="grc">φανερῶς.</foreign></note> εἶ δαπανηθεὶς οὐδέν. ἀλλὰ μὴν οὔτε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὔτε</foreign>scripsi: <foreign xml:lang="grc">οὐδὲ.</foreign></note> καθιπποτρόφηκας· οὐ γὰρ πώποτε ἐκτήσω ἵππον πλείονος ἄξιον ἢ τριῶν μνῶν· οὔτε κατεζευγοτρόφηκας, ἐπεὶ οὐδὲ ζεῦγος ἐκτήσω ὀρικὸν οὐδεπώποτε ἐπὶ τοσούτοις ἀγροῖς καὶ κτήμασιν. ἀλλʼ οὐδʼ ἐκ τῶν πολεμίων ἐλύσω οὐδένα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="44"><p>ἀλλʼ οὐδὲ τὰ ἀναθήματα, ἃ Μενέξενος τριῶν ταλάντων ποιησάμενος ἀπέθανε πρὶν ἀναθεῖναι, εἰς πόλιν κεκόμικας, ἀλλʼ ἐν τοῖς λιθουργείοις<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">λιθουργείοις</foreign>Stephanus: <foreign xml:lang="grc">-γίοις.</foreign></note> ἔτι καλινδεῖται,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καλινδεῖται</foreign>Cobet: <foreign xml:lang="grc">κυλ-.</foreign></note> καὶ αὐτὸς μὲν ἠξίους κεκτῆσθαι ἅ σοι οὐδὲν προσῆκε χρήματα, τοῖς δὲ θεοῖς οὐκ ἀπέδωκας ἃ ἐκείνων ἐγίγνετο ἀγάλματα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="45"><p>διὰ τί οὖν ἀξιώσεις σου τοὺς δικαστὰς ἀποψηφίσασθαι, ὦ Δικαιόγενες; πότερον ὅτι πολλὰς λῃτουργίας λελῃτούργηκας τῇ πόλει, καὶ πολλὰ χρήματα δαπανήσας σεμνοτέραν τὴν πόλιν τούτοις ἐποίησας; ἢ ὡς τριηραρχῶν πολλὰ κακὰ τοὺς πολεμίους εἰργάσω, καὶ εἰσφορὰς δεομένῃ τῇ πατρίδι εἰς τὸν πόλεμον εἰσενεγκὼν μεγάλα ὠφέληκας; ἀλλʼ οὐδέν σοι τούτων πέπρακται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="46"><p>ἀλλʼ ὡς στρατιώτης ἀγαθός; ἀλλʼ οὐκ ἐστράτευσαι τοσούτου καὶ τοιούτου γενομένου πολέμου, εἰς ὃν Ὀλύνθιοι μὲν καὶ νησιῶται ὑπὲρ τῆσδε τῆς γῆς ἀποθνῄσκουσι μαχόμενοι τοῖς πολεμίοις, σὺ δέ, ὦ Δικαιόγενες, πολίτης ὢν οὐδʼ ἐστράτευσαι. ἀλλʼ ἴσως διὰ τοὺς προγόνους ἀξιώσεις μου πλέον ἔχειν, ὅτι τὸν τύραννον ἀπέκτειναν. ἐγὼ δʼ ἐκείνους μὲν ἐπαινῶ, σοὶ δὲ οὐδὲν ἡγοῦμαι τῆς ἐκείνων ἀρετῆς μετεῖναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg005.perseus-grc2" n="47"><p>πρῶτον μὲν γὰρ εἵλου ἀντὶ τῆς ἐκείνων δόξης τὴν ἡμετέραν οὐσίαν κτήσασθαι, καὶ ἐβουλήθης μᾶλλον Δικαιογένους καλεῖσθαι ὑὸς ἢ Ἁρμοδίου, ὑπεριδὼν μὲν τὴν ἐν Πρυτανείῳ σίτησιν, καταφρονήσας δὲ προεδριῶν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">προεδριῶν</foreign>M, Aldus: <foreign xml:lang="grc">-ρειῶν.</foreign></note> καὶ ἀτελειῶν, ἃ τοῖς ἐξ ἐκείνων γεγονόσι δέδοται. ἔτι δὲ ὁ Ἀριστογείτων ἐκεῖνος καὶ Ἁρμόδιος οὐ διὰ τὸ γένος ἐτιμήθησαν ἀλλὰ διὰ τὴν ἀνδραγαθίαν, ἧς σοι οὐδὲν μέτεστιν, ὦ Δικαιόγενες.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>