<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2:8-19</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2:8-19</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="8"><p>Δημοσθένης μέν γε ἀδελφιδοῦς ἔφη αὐτῷ εἶναι, ἐπειδὴ δʼ ἐξηλέγχθη ὑπὸ τούτων, ἀπέστη· Τήλεφος δὲ δοῦναι αὑτῷ Νικόστρατον ἅπαντα τὰ ἑαυτοῦ. καὶ οὗτος οὐ πολλῷ ὕστερον ἐπαύσατο. Ἀμεινιάδης<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Ἀμεινιάδης</foreign>Baiter-Sauppe: <foreign xml:lang="grc">Ἀμεν-.</foreign></note> δὲ ὑὸν αὐτῷ πρὸς τὸν ἄρχοντα ἧκεν ἄγων οὐδὲ τριετῆ γεγονότα, καὶ ταῦτʼ οὐκ ἐπιδεδημηκότος τοῦ Νικοστράτου ἕνδεκα ἐτῶν Ἀθήνησι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="9"><p>Πύρρος δὲ ὁ Λαμπτρεὺς τῇ μὲν Ἀθηνᾷ ἔφη τὰ χρήματα ὑπὸ Νικοστράτου καθιερῶσθαι, αὐτῷ δʼ ὑπʼ αὐτοῦ ἐκείνου δεδόσθαι. Κτησίας<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Κτησίας</foreign>Reiske: <foreign xml:lang="grc">κτῆσις.</foreign></note> δʼ ὁ Βησαιεὺς καὶ Κραναὸς τὸ μὲν πρῶτον δίκην ἔφασαν τοῦ Νικοστράτου ταλάντου καταδεδικάσθαι, ἐπειδὴ δʼ οὐκ εἶχον τοῦτο ἀποδεῖξαι, ἀπελεύθερον αὐτὸν ἑαυτῶν προσεποιήσαντο εἶναι· καὶ οὐδʼ οὗτοι ἃ ἔλεγον ἀπέδειξαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="10"><p>καὶ οἱ μὲν εὐθὺς κατὰ τὰ πρῶτα ἐπὶ τὰ Νικοστράτου ᾁξαντες οὗτοί εἰσι· Χαριάδης δὲ τότε μὲν οὐδαμοῦ ἠμφισβήτησεν, ὕστερον δὲ οὐ μόνον αὐτὸς 〈αὑτὸν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὑτὸν</foreign>add. Boekmeijer.</note> ἀλλὰ καὶ τὸ ἐκ τῆς ἑταίρας παιδίον εἰσποιῶν ἦλθε. ταὐτὸ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ταὐτὸ</foreign>Sauppe: <foreign xml:lang="grc">τοῦτο.</foreign></note> δʼ ἦν αὐτῷ ὡς ἢ τῶν χρημάτων κληρονομήσοντι ἢ τὸ παιδίον ἀστὸν ποιήσοντι. αἰσθόμενος δὲ καὶ οὗτος ὅτι περὶ τοῦ γένους ἐλεγχθήσοιτο, τὴν μὲν τοῦ παιδίου ἀμφισβήτησιν παρέλυσεν, ἑαυτῷ δὲ κατὰ δόσιν παρακατέβαλεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="11"><p rend="align(indent)">ἐχρῆν μὲν οὖν, ὦ ἄνδρες, ὅστις κατὰ δόσιν χρημάτων ἀμφισβητῶν ἡττηθείη, μὴ κατὰ τὸ τέλος ζημιοῦσθαι, ἀλλʼ ἐφʼ ὅσα περ ληψόμενος ᾔει,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ᾔει</foreign>Bekker: <foreign xml:lang="grc">ἴη.</foreign></note> τοσαῦτα τῇ πόλει ἀποτίνειν· οὕτω γὰρ 〈ἂν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign>add. Reiske.</note> οὔθʼ οἱ νόμοι κατεφρονοῦντο οὔτε τὰ γένη ὑβρίζετο, πρὸ δὲ τούτων οὐδʼ ἂν τῶν τεθνεώτων οὐδεὶς κατεψεύδετο. ἐπειδὴ δὲ ἅπασι καὶ τῶν ἀλλοτρίων ἁπάντων, καθʼ ὅ τι ἄν τις βούληται, ἀμφισβητεῖν ἔξεστιν, ὑμᾶς χρὴ περὶ αὐτῶν ὡς οἷόν τʼ ἀκριβέστατα ἐξετάζειν καὶ μηδὲν εἰς ὅσον δύνασθε παραλείπειν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="12"><p>ἐν μόναις δὲ ταῖς τῶν κλήρων εἰσαγωγαῖς δοκεῖ μοι προσήκειν τεκμηρίοις μᾶλλον ἢ μάρτυσι πιστεύειν. περὶ μὲν γὰρ τῶν ἄλλων συμβολαίων οὐ πάνυ χαλεπὸν τοὺς τὰ ψευδῆ μαρτυροῦντας ἐλέγχειν· ζῶντος γὰρ καὶ παρόντος τοῦ πράξαντος καταμαρτυροῦσι· περὶ δὲ τῶν διαθηκῶν πῶς ἄν τις γνοίη τοὺς μὴ τἀληθῆ λέγοντας, εἰ μὴ πάνυ μεγάλα τὰ διαφέροντα εἴη, αὐτοῦ μὲν καθʼ οὗ μαρτυροῦσι τεθνεῶτος, τῶν δὲ συγγενῶν μηδὲν τῶν πεπραγμένων εἰδότων, τοῦ δὲ ἐλέγχου μηδαμῶς ἀκριβοῦς γιγνομένου; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="13"><p>ἔτι δέ, ὦ ἄνδρες, καὶ τῶν διατιθεμένων οἱ πολλοὶ οὐδὲ λέγουσι τοῖς παραγιγνομένοις ὅ τι διατίθενται, ἀλλʼ αὐτοῦ μόνου, τοῦ καταλιπεῖν διαθήκας, μάρτυρας παρίστανται, τοῦ δὲ συμβαίνοντός ἐστι καὶ γραμματεῖον ἀλλαγῆναι καὶ τἀναντία ταῖς τοῦ τεθνεῶτος διαθήκαις μεταγραφῆναι· οὐδὲν γὰρ μᾶλλον οἱ μάρτυρες εἴσονται, εἰ ἐφʼ αἷς ἐκλήθησαν διαθήκαις, αὗται ἀποφαίνονται.<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀποφαίνονται</foreign>Dobree: <foreign xml:lang="grc">-οιντο.</foreign></note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="14"><p>ὁπότε δὲ καὶ τοὺς ὁμολογουμένως παραγενομένους οἷόν τʼ ἐστὶν ἐξαπατῆσαι, πῶς οὐκ ἂν ὑμᾶς γε τοὺς μηδὲν τοῦ πράγματος εἰδότας πολὺ [μᾶλλον] ἑτοιμότερόν τις παρακρούσασθαι ἐγχειρήσειεν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐγχειρήσειεν</foreign>Scheibe: <foreign xml:lang="grc">-ήσαι.</foreign></note>;</p><p rend="align(indent)">ἀλλὰ μὴν καὶ ὁ νόμος, ὦ ἄνδρες, οὐκ ἐάν τις διαθῆται μόνον, κυρίας εἶναι κελεύει τὰς διαθήκας, ἀλλὰ ἐὰν εὖ φρονῶν. σκεπτέον δὴ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δὴ</foreign>Reiske: <foreign xml:lang="grc">δʼ.</foreign></note> ὑμῖν πρῶτον μὲν εἰ ἐποιήσατο τὰς διαθήκας, ἔπειτα εἰ μὴ παρανοῶν διέθετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="15"><p>ἀντιλεγόντων δʼ ἡμῶν μηδὲ τὸ παράπαν γενέσθαι τὰς διαθήκας, ἐκ τίνος ἂν τρόπου, εἴ τις παρανοῶν διέθετο, γνοίητε, πρὶν περὶ αὐτοῦ τοῦ διαθέσθαι πιστεῦσαι; τοὺς μὲν οὖν κατὰ τὴν δόσιν ἀμφισβητοῦντας ὁρᾶτε ὅσον ἔργον ἐστὶν αἰσθέσθαι εἰ ἀληθῆ λέγουσι, τοὺς δὲ κατὰ τὸ γένος πρῶτον μὲν οὐδὲν δεῖ μάρτυρας παρασχέσθαι ὡς αὑτῶν ἐστιν ὁ κλῆρος (παρὰ πάντων γὰρ ὡμολόγηται τοῖς ἐγγυτάτω γένους τὰ τοῦ τελευτήσαντος γίγνεσθαι), </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="16"><p>ἔπειτα οἱ νόμοι οὐ μόνον οἱ περὶ τῶν γενῶν ἀλλὰ καὶ οἱ περὶ τῶν δόσεων τοῖς συγγενέσι βοηθοῦσι. δοῦναι μὲν γὰρ ὁ νόμος οὐδενὶ ἐᾷ τὰ ἑαυτοῦ, ἐὰν ὑπὸ γήρως ἢ ὑπὸ νόσου ἢ ὑπὸ τῶν ἄλλων ἃ καὶ ὑμεῖς ἴστε παρανοήσῃ· κατὰ δὲ τὸ γένος καὶ τὰ τοῦ ὁπωσοῦν διακειμένου ὁ ἐγγύτατα γένους ἀναμφισβητήτως λαμβάνει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="17"><p>χωρὶς δὲ τούτων ταῖς μὲν διαθήκαις διὰ μαρτύρων ὑμᾶς δεῖ πιστεῦσαι, ὑφʼ ὧν ἔνι καὶ ἐξαπατηθῆναι (οὐ γὰρ ἂν ἦσαν ψευδομαρτυρίων ἐπισκήψεις), τῇ δʼ ἀγχιστείᾳ διʼ ὑμῶν αὐτῶν· κατὰ γὰρ τοὺς νόμους οἱ συγγενεῖς ἀμφισβητοῦσιν, οὓς ὑμεῖς ἔθεσθε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="18"><p>πρὸς δὲ τούτοις, ὦ ἄνδρες, εἰ μὲν οἱ κατὰ τὰς διαθήκας ἀμφισβητοῦντες ὁμολογουμένως Νικοστράτῳ ἐπιτήδειοι ὄντες ἐτύγχανον, τὸ μὲν ἀκριβὲς οὐδʼ ἂν οὕτως, ὅμως μέντοι μᾶλλον εἰκὸς ἦν ἀληθεῖς εἶναι δόξειν τὰς διαθήκας· ἤδη γάρ τινες οὐκ εὖ διακείμενοι τοῖς συγγενέσιν ὀθνείους φίλους τῶν πάνυ σφόδρα προσηκόντων περὶ πλείονος ἐποιήσαντο· νῦν δὲ οὔτε συσσίτους οὔτε φίλους οὔτʼ ἐν τάξει τῇ αὐτῇ <gap reason="lost" rend=" . . "/> τούτων δʼ ὑμῖν μάρτυρας ἁπάντων παρεσχήμεθα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="19"><p>ὃ δὲ μέγιστον, καὶ μάλιστα τῆς Χαριάδου ἀναιδείας καταμαρτυρεῖ, τοῦτο σκέψασθε. ὅπου γὰρ τὸν αὑτὸν ποιησάμενον οὔτʼ ἀποθανόντα ἀνείλετο οὔτʼ ἔκαυσεν οὔτε ὠστολόγησεν, ἀλλὰ πάντα τοῖς μηδὲν προσήκουσι παρῆκε ποιῆσαι, πῶς οὐκ 〈ἂν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign>add. Bekker.</note> ἀνοσιώτατος εἴη, ὃς τῷ τεθνεῶτι μηδὲν τῶν νομιζομένων ποιήσας τῶν χρημάτων αὐτοῦ κληρονομεῖν ἀξιοῖ; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>