<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2:8-15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2:8-15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="8"><p>Δημοσθένης μέν γε ἀδελφιδοῦς ἔφη αὐτῷ εἶναι, ἐπειδὴ δʼ ἐξηλέγχθη ὑπὸ τούτων, ἀπέστη· Τήλεφος δὲ δοῦναι αὑτῷ Νικόστρατον ἅπαντα τὰ ἑαυτοῦ. καὶ οὗτος οὐ πολλῷ ὕστερον ἐπαύσατο. Ἀμεινιάδης<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Ἀμεινιάδης</foreign>Baiter-Sauppe: <foreign xml:lang="grc">Ἀμεν-.</foreign></note> δὲ ὑὸν αὐτῷ πρὸς τὸν ἄρχοντα ἧκεν ἄγων οὐδὲ τριετῆ γεγονότα, καὶ ταῦτʼ οὐκ ἐπιδεδημηκότος τοῦ Νικοστράτου ἕνδεκα ἐτῶν Ἀθήνησι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="9"><p>Πύρρος δὲ ὁ Λαμπτρεὺς τῇ μὲν Ἀθηνᾷ ἔφη τὰ χρήματα ὑπὸ Νικοστράτου καθιερῶσθαι, αὐτῷ δʼ ὑπʼ αὐτοῦ ἐκείνου δεδόσθαι. Κτησίας<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Κτησίας</foreign>Reiske: <foreign xml:lang="grc">κτῆσις.</foreign></note> δʼ ὁ Βησαιεὺς καὶ Κραναὸς τὸ μὲν πρῶτον δίκην ἔφασαν τοῦ Νικοστράτου ταλάντου καταδεδικάσθαι, ἐπειδὴ δʼ οὐκ εἶχον τοῦτο ἀποδεῖξαι, ἀπελεύθερον αὐτὸν ἑαυτῶν προσεποιήσαντο εἶναι· καὶ οὐδʼ οὗτοι ἃ ἔλεγον ἀπέδειξαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="10"><p>καὶ οἱ μὲν εὐθὺς κατὰ τὰ πρῶτα ἐπὶ τὰ Νικοστράτου ᾁξαντες οὗτοί εἰσι· Χαριάδης δὲ τότε μὲν οὐδαμοῦ ἠμφισβήτησεν, ὕστερον δὲ οὐ μόνον αὐτὸς 〈αὑτὸν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὑτὸν</foreign>add. Boekmeijer.</note> ἀλλὰ καὶ τὸ ἐκ τῆς ἑταίρας παιδίον εἰσποιῶν ἦλθε. ταὐτὸ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ταὐτὸ</foreign>Sauppe: <foreign xml:lang="grc">τοῦτο.</foreign></note> δʼ ἦν αὐτῷ ὡς ἢ τῶν χρημάτων κληρονομήσοντι ἢ τὸ παιδίον ἀστὸν ποιήσοντι. αἰσθόμενος δὲ καὶ οὗτος ὅτι περὶ τοῦ γένους ἐλεγχθήσοιτο, τὴν μὲν τοῦ παιδίου ἀμφισβήτησιν παρέλυσεν, ἑαυτῷ δὲ κατὰ δόσιν παρακατέβαλεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="11"><p rend="align(indent)">ἐχρῆν μὲν οὖν, ὦ ἄνδρες, ὅστις κατὰ δόσιν χρημάτων ἀμφισβητῶν ἡττηθείη, μὴ κατὰ τὸ τέλος ζημιοῦσθαι, ἀλλʼ ἐφʼ ὅσα περ ληψόμενος ᾔει,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ᾔει</foreign>Bekker: <foreign xml:lang="grc">ἴη.</foreign></note> τοσαῦτα τῇ πόλει ἀποτίνειν· οὕτω γὰρ 〈ἂν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign>add. Reiske.</note> οὔθʼ οἱ νόμοι κατεφρονοῦντο οὔτε τὰ γένη ὑβρίζετο, πρὸ δὲ τούτων οὐδʼ ἂν τῶν τεθνεώτων οὐδεὶς κατεψεύδετο. ἐπειδὴ δὲ ἅπασι καὶ τῶν ἀλλοτρίων ἁπάντων, καθʼ ὅ τι ἄν τις βούληται, ἀμφισβητεῖν ἔξεστιν, ὑμᾶς χρὴ περὶ αὐτῶν ὡς οἷόν τʼ ἀκριβέστατα ἐξετάζειν καὶ μηδὲν εἰς ὅσον δύνασθε παραλείπειν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="12"><p>ἐν μόναις δὲ ταῖς τῶν κλήρων εἰσαγωγαῖς δοκεῖ μοι προσήκειν τεκμηρίοις μᾶλλον ἢ μάρτυσι πιστεύειν. περὶ μὲν γὰρ τῶν ἄλλων συμβολαίων οὐ πάνυ χαλεπὸν τοὺς τὰ ψευδῆ μαρτυροῦντας ἐλέγχειν· ζῶντος γὰρ καὶ παρόντος τοῦ πράξαντος καταμαρτυροῦσι· περὶ δὲ τῶν διαθηκῶν πῶς ἄν τις γνοίη τοὺς μὴ τἀληθῆ λέγοντας, εἰ μὴ πάνυ μεγάλα τὰ διαφέροντα εἴη, αὐτοῦ μὲν καθʼ οὗ μαρτυροῦσι τεθνεῶτος, τῶν δὲ συγγενῶν μηδὲν τῶν πεπραγμένων εἰδότων, τοῦ δὲ ἐλέγχου μηδαμῶς ἀκριβοῦς γιγνομένου; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="13"><p>ἔτι δέ, ὦ ἄνδρες, καὶ τῶν διατιθεμένων οἱ πολλοὶ οὐδὲ λέγουσι τοῖς παραγιγνομένοις ὅ τι διατίθενται, ἀλλʼ αὐτοῦ μόνου, τοῦ καταλιπεῖν διαθήκας, μάρτυρας παρίστανται, τοῦ δὲ συμβαίνοντός ἐστι καὶ γραμματεῖον ἀλλαγῆναι καὶ τἀναντία ταῖς τοῦ τεθνεῶτος διαθήκαις μεταγραφῆναι· οὐδὲν γὰρ μᾶλλον οἱ μάρτυρες εἴσονται, εἰ ἐφʼ αἷς ἐκλήθησαν διαθήκαις, αὗται ἀποφαίνονται.<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀποφαίνονται</foreign>Dobree: <foreign xml:lang="grc">-οιντο.</foreign></note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="14"><p>ὁπότε δὲ καὶ τοὺς ὁμολογουμένως παραγενομένους οἷόν τʼ ἐστὶν ἐξαπατῆσαι, πῶς οὐκ ἂν ὑμᾶς γε τοὺς μηδὲν τοῦ πράγματος εἰδότας πολὺ [μᾶλλον] ἑτοιμότερόν τις παρακρούσασθαι ἐγχειρήσειεν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐγχειρήσειεν</foreign>Scheibe: <foreign xml:lang="grc">-ήσαι.</foreign></note>;</p><p rend="align(indent)">ἀλλὰ μὴν καὶ ὁ νόμος, ὦ ἄνδρες, οὐκ ἐάν τις διαθῆται μόνον, κυρίας εἶναι κελεύει τὰς διαθήκας, ἀλλὰ ἐὰν εὖ φρονῶν. σκεπτέον δὴ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δὴ</foreign>Reiske: <foreign xml:lang="grc">δʼ.</foreign></note> ὑμῖν πρῶτον μὲν εἰ ἐποιήσατο τὰς διαθήκας, ἔπειτα εἰ μὴ παρανοῶν διέθετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg004.perseus-grc2" n="15"><p>ἀντιλεγόντων δʼ ἡμῶν μηδὲ τὸ παράπαν γενέσθαι τὰς διαθήκας, ἐκ τίνος ἂν τρόπου, εἴ τις παρανοῶν διέθετο, γνοίητε, πρὶν περὶ αὐτοῦ τοῦ διαθέσθαι πιστεῦσαι; τοὺς μὲν οὖν κατὰ τὴν δόσιν ἀμφισβητοῦντας ὁρᾶτε ὅσον ἔργον ἐστὶν αἰσθέσθαι εἰ ἀληθῆ λέγουσι, τοὺς δὲ κατὰ τὸ γένος πρῶτον μὲν οὐδὲν δεῖ μάρτυρας παρασχέσθαι ὡς αὑτῶν ἐστιν ὁ κλῆρος (παρὰ πάντων γὰρ ὡμολόγηται τοῖς ἐγγυτάτω γένους τὰ τοῦ τελευτήσαντος γίγνεσθαι), </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>