<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2:20-39</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2:20-39</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="20"><p>καὶ ἐπὶ μὲν ταῖς μαρτυρίαις αὐταῖς τοῖς παραγενομένοις αὐτοῖς, ὁποῖοί τινες ἂν ὦσι, τούτοις μάρτυσι χρῆσθαι ἀναγκαῖόν ἐστιν ἡμῖν· παρὰ δὲ τῶν ἀσθενούντων ἢ τῶν ἀποδημεῖν μελλόντων ὅταν τις ἐκμαρτυρίαν ποιῆται, τοὺς ἐπιεικεστάτους τῶν πολιτῶν καὶ τοὺς ἡμῖν γνωριμωτάτους ἕκαστος ἡμῶν παρακαλεῖ μάλιστα, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="21"><p>καὶ οὐ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐ</foreign>Bekker: <foreign xml:lang="grc">οὐδὲ.</foreign></note> μεθʼ ἑνὸς οὐδὲ μετὰ δυοῖν, ἀλλʼ ὡς ἂν μετὰ πλείστων δυνώμεθα τὰς ἐκμαρτυρίας πάντες ποιούμεθα, ἵνα τῷ τε ἐκμαρτυρήσαντι μὴ ἐξείη ὕστερον ἐξάρνῳ γενέσθαι τὴν μαρτυρίαν, ὑμεῖς τε πολλοῖς καὶ καλοῖς κἀγαθοῖς ταὐτὰ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ταὐτὰ</foreign>Muretus: <foreign xml:lang="grc">ταῦτα.</foreign></note> μαρτυροῦσι πιστεύοιτε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πιστεύοιτε</foreign>Dobree: <foreign xml:lang="grc">εὐθὺς.</foreign></note> μᾶλλον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="22"><p>Ξενοκλῆς τοίνυν Βήσαζε μὲν ἰὼν εἰς τὸ ἐργαστήριον τὸ ἡμέτερον εἰς τὰ ἔργα, οὐχ ἡγήσατο δεῖν τοῖς ἀπὸ τοῦ αὐτομάτου ἐκεῖ ἐντυχοῦσι μάρτυσι χρῆσθαι περὶ τῆς ἐξαγωγῆς, ἀλλʼ ἧκεν ἔχων ἐνθένδε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐνθένδε</foreign>Bekker: <foreign xml:lang="grc">ἔνθεν.</foreign></note> Διόφαντον τὸν Σφήττιον μεθʼ ἑαυτοῦ, ὃς ἔλεγε τὴν δίκην ὑπὲρ τούτου, καὶ Δωρόθεον τὸν Ἐλευσίνιον καὶ τὸι ἀδελφὸν αὐτοῦ Φιλοχάρη καὶ ἄλλους πολλοὺς μάρτυρας, παρακεκληκὼς ἐνθένδε σταδίους ἐγγὺς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐγγὺς</foreign>Dobree: <foreign xml:lang="grc">εὐθὺς.</foreign></note> τριακοσίους ἐκεῖσε· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="23"><p>περὶ δὲ τῆς ἐγγύης τῆς τήθης τῶν παίδων τῶν ἑαυτοῦ ἐν τῷ ἄστει ἐκμαρτυρίαν (ὥς φησι) ποιούμενος τῶν μὲν οἰκείων οὐδένα τῶν ἑαυτοῦ παρακεκληκὼς φαίνεται, Διονύσιον δὲ 〈τὸν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὸν</foreign>add. Dobree.</note> Ἐρχιέα καὶ [τὸν] Ἀριστόλοχον τὸν Αἰθαλίδην· μετὰ δυοῖν τούτοιν ἐν τῷ ἄστει αὐτοῦ τὴν ἐκμαρτυρίαν ποιήσασθαί φασιν οὗτοι, -- τοιαύτην<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοιαύτην</foreign>Thalheim: <foreign xml:lang="grc">τοιαῦτα.</foreign></note> μετὰ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μετὰ</foreign>Dobree: <foreign xml:lang="grc">μὲν τὰ.</foreign></note> τούτων· οἷς οὐδʼ ἂν περὶ ὁτουοῦν πιστεύσειεν ἄλλος οὐδείς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="24"><p>ἴσως γὰρ ἦν νὴ Δία πάρεργον καὶ φαῦλον, περὶ οὗ τὴν ἐκμαρτυρίαν παρὰ τοῦ Πυρετίδου φασὶ ποιήσασθαι οὗτοι, ὥστε οὐδὲν θαυμαστὸν ὀλιγωρηθῆναι ἦν τὸ πρᾶγμα. καὶ πῶς; οἷς γε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἷς γε</foreign>Meutzner: <foreign xml:lang="grc">ὥστε.</foreign></note> περὶ αὐτοῦ τούτου ὁ ἀγὼν ἦν ὁ τῶν ψευδομαρτυρίων, ὃν Ξενοκλῆς ἔφευγεν, ἢ ἐξ ἑταίρας ἢ ἐξ ἐγγυητῆς τὴν ἑαυτοῦ γυναῖκα εἶναι. εἶτα ἐπὶ ταύτην ἂν τὴν μαρτυρίαν, εἰ ἦν ἀληθής, οὐκ ἂν ἅπαντας τοὺς οἰκείους τοὺς ἑαυτοῦ παρακαλεῖν ἐκεῖνος ἠξίωσεν; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="25"><p>ναὶ μὰ Δία, ὡς ἔγωγε ᾤμην, εἴ γε ἦν ἀληθὲς τὸ πρᾶγμα. οὐ τοίνυν φαίνεται, ἀλλʼ ὁ μὲν Ξενοκλῆς πρὸς τοὺς ἐπιτυχόντας δύο ἐκμαρτυρησάμενος τὴν μαρτυρίαν ταύτην, Νικόδημος δὲ οὑτοσὶ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὑτοσὶ</foreign>Dobree: <foreign xml:lang="grc">οὗτος ἦν.</foreign></note> ἕνα μόνον μάρτυρα παρακαλέσας μεθʼ ἑαυτοῦ τῷ τὸν τριτάλαντον οἶκον κεκτημένῳ ἐγγυῆσαί φησι τὴν ἀδελφήν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="26"><p>καὶ οὗτος μὲν τὸν Πυρετίδην μόνον, οὐχ ὁμολογοῦντα, προσεποιήσατο μεθʼ ἑαυτοῦ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μεθʼ ἑαυτοῦ</foreign>scripsi, cf. 25. 6: <foreign xml:lang="grc">μετʼ αὐτοῦ.</foreign></note> παραγενέσθαι· ὑπὸ δὲ τοῦ ἐγγυήσασθαι μέλλοντος τὴν τοιαύτην Λυσιμένης καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Χαίρων καὶ Πυλάδης, φασὶ παρακληθέντες τῇ ἐγγύῃ παραγενέσθαι, καὶ ταῦτα θεῖοι ὄντες τῷ ἐγγυωμένῳ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="27"><p>ὑμέτερον οὖν ἔργον σκέψασθαι νῦν, εἰ δοκεῖ πιστὸν εἶναι τὸ πρᾶγμα. ἐγὼ μὲν γὰρ νομίζω, ἐκ τῶν εἰκότων σκοπούμενος, πολὺ ἂν μᾶλλον τὸν Πύρρον πάντας ἂν τοὺς οἰκείους βούλεσθαι λεληθέναι, εἴ τι παρεσκευάζετο ὁμολογεῖν ἢ πράττειν ἀνάξιον τῶν αὑτοῦ, ἢ παρακαλέσαι μάρτυρας τοὺς θείους τοὺς ἑαυτοῦ ἐπὶ ἁμάρτημα τηλικοῦτον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="28"><p rend="align(indent)">ἔτι δὲ καὶ περὶ ἐκείνου θαυμάζω, εἰ μηδεμίαν προῖκα μήθʼ ὁ διδοὺς μήθʼ ὁ λαμβάνων διωμολογήσαντο ἕξειν ἐπὶ τῇ γυναικί. τοῦτο μὲν γὰρ εἴ τινα ἐδίδου, εἰκὸς ἦν καὶ τὴν δοθεῖσαν ὑπὸ τῶν παραγενέσθαι φασκόντων μαρτυρεῖσθαι· τοῦτο δʼ εἰ διʼ ἐπιθυμίαν τὴν ἐγγύην ὁ θεῖος ἡμῶν ἐποιεῖτο τῆς τοιαύτης γυναικός, δῆλον ὅτι κἂν ἀργύριον πολλῷ μᾶλλον [ἢ] ὁ ἐγγυῶν διωμολογήσατο ἔχειν αὐτὸν ἐπὶ τῇ γυναικί, ἵνα μὴ ἐπʼ ἐκείνῳ γένοιτο ῥᾳδίως ἀπαλλάττεσθαι, ὁπότε βούλοιτο, τῆς γυναικός· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="29"><p>καὶ μάρτυράς γε πολλῷ πλείους 〈εἰκὸς〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰκὸς</foreign>add. Reiske.</note> ἦν τὸν ἐγγυῶντα παρακαλεῖν ἢ τὸν ἐγγυώμενον τὴν τοιαύτην· οὐδεὶς γὰρ ὑμῶν ἀγνοεῖ ὅτι ὀλίγα διαμένειν εἴωθε τῶν τοιούτων. ὁ μὲν τοίνυν ἐγγυῆσαι φάσκων μετὰ ἑνὸς μάρτυρος καὶ ἄνευ ὁμολογίας προικὸς εἰς τὸν τριτάλαντον οἶκον ἐγγυῆσαί φησι τὴν ἀδελφήν· οἱ δὲ θεῖοι τῷ ἀδελφιδῷ ἄπροικον τὴν τοιαύτην ἐγγυωμένῳ μεμαρτυρήκασι παραγενέσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="30"><p rend="align(indent)">καὶ οἱ αὐτοὶ θεῖοι οὗτοι ἐν τῇ δεκάτῃ τῆς θυγατρὸς ἀποφανθείσης εἶναι ὑπὸ τοῦ ἀδελφιδοῦ κληθέντες μεμαρτυρήκασι παραγενέσθαι. ἐφʼ ᾧ δὴ καὶ δεινῶς ἀγανακτῶ, ὅτι ὁ μὲν ἀνὴρ λαγχάνων ὑπὲρ τῆς γυναικὸς τῆς αὑτοῦ τοῦ κλήρου τοῦ πατρῴου Φίλην ὄνομα εἶναι ἐπεγράψατο<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπεγράψατο</foreign>Dobree: <foreign xml:lang="grc">ἐγράψατο.</foreign></note> τῇ γυναικί, οἱ δὲ τοῦ Πύρρου θεῖοι ἐν τῇ δεκάτῃ φάσκοντες παραγενέσθαι τὸ τῆς τήθης ὄνομα Κλειταρέτην τὸν πατέρα ἐμαρτύρησαν θέσθαι αὐτῇ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="31"><p>θαυμάζω οὖν εἰ ὁ ἀνὴρ ὁ συνοικῶν πλείω ἢ ὀκτὼ ἔτη ἤδη μὴ ᾔδει τοὔνομα τῆς ἑαυτοῦ γυναικός. εἶτα οὐδὲ παρὰ τῶν αὑτοῦ μαρτύρων πρότερον ἐδυνήθη πυθέσθαι, οὐδʼ ἡ μήτηρ τῆς γυναικὸς τὸ τῆς θυγατρὸς ὄνομα τῆς αὑτῆς ἐν χρόνῳ τοσούτῳ ἔφρασεν αὐτῷ, οὐδʼ ὁ θεῖος αὐτός, Νικόδημος; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="32"><p>ἀλλʼ ἀντὶ τοῦ τῆς τήθης ὀνόματος, εἴ τις ᾔδει τοῦθʼ ὑπὸ τοῦ πατρὸς κείμενον ταύτῃ,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ταύτῃ</foreign>Bekker: <foreign xml:lang="grc">ταύτην.</foreign></note> Φίλην ὁ ἀνὴρ ὄνομα ἐπεγράψατο εἶναι αὐτῇ, καὶ ταῦτα λαγχάνων αὐτῇ τοῦ κλήρου τοῦ πατρῴου. τίνος ἕνεκα; ἢ ἵνα καὶ τοῦ τῆς τήθης ὀνόματος τοῦ ὑπὸ τοῦ πατρὸς τεθέντος ἄκληρον ὁ ἀνὴρ καταστήσειεν εἶναι τὴν αὑτοῦ γυναῖκα; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="33"><p>ἆρά γε οὐχὶ δῆλον, ὦ ἄνδρες, ὅτι ἃ πάλαι οὗτοι μαρτυροῦσι γενέσθαι, πολλῷ ὕστερον<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὕστερον</foreign>Reiske: <foreign xml:lang="grc">πλέον.</foreign></note> τῆς λήξεως τοῦ κλήρου 〈ἕνεκα〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἕνεκα</foreign>add. dub. Wyse.</note> σύγκειται αὐτοῖς; οὐ γὰρ ἄν ποτε οἱ μὲν εἰς τὴν δεκάτην (ὥς φασι) κληθέντες τῆς τοῦ Πύρρου θυγατρός, ἀδελφιδῆς τούτου, ἐξ ἐκείνης τῆς ἡμέρας, ἥτις ἦν ποτε, ἀκριβῶς εἰς τὸ δικαστήριον ἧκον μεμνημένοι ὅτι Κλειταρέτην ὁ πατὴρ ἐν τῇ δεκάτῃ ὠνόμηνεν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="34"><p>οἱ δʼ οἰκειότατοι τῶν ἁπάντων, ὁ πατὴρ καὶ ὁ θεῖος καὶ ἡ μήτηρ οὐκ ἂν ᾔδει τὸ ὄνομα τῆς θυγατρός, ὥς φασι, τῆς αὐτοῦ. πολύ γε μάλιστʼ ἄν, εἰ ἦν ἀληθὲς τὸ πρᾶγμα. ἀλλὰ περὶ μὲν τούτων καὶ ὕστερον ἐγχωρήσει εἰπεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="35"><p rend="align(indent)">περὶ δὲ τῆς τούτου μαρτυρίας οὐ χαλεπὸν καὶ ἐξ αὐτῶν τῶν νόμων ἐστὶ γνῶναι ὅτι φαίνεται περιφανῶς τὰ ψευδῆ μεμαρτυρηκὼς οὗτος. ὅπου γάρ, ἐάν τίς τι ἀτίμητον δῷ, ἕνεκα τοῦ νόμου, ἐὰν ἀπολίπῃ ἡ γυνὴ τὸν ἄνδρα ἢ ἐὰν ὁ ἀνὴρ ἐκπέμψῃ τὴν γυναῖκα, οὐκ ἔξεστι πράξασθαι τῷ δόντι ὃ μὴ ἐν προικὶ τιμήσας ἔδωκεν, ἦ που ὅστις γέ φησιν ἄνευ ὁμολογίας προικὸς τὴν ἀδελφὴν ἐγγυῆσαι, περιφανῶς ἀναίσχυντος ὢν ἐλέγχεται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="36"><p>τί γὰρ ἔμελλεν ὄφελος εἶναι αὐτῷ τῆς ἐγγύης, εἰ ἐπὶ τῷ ἐγγυησαμένῳ ἐκπέμψαι ὁπότε βούλοιτο τὴν γυναῖκα ἦν; ἦν δʼ ἂν ἐπʼ ἐκείνῳ, ὦ ἄνδρες, δῆλον ὅτι, εἰ μηδεμίαν προῖκα διωμολογήσατο ἕξειν ἐπʼ αὐτῇ. εἶτʼ ἐπὶ τούτοις ἂν Νικόδημος ἠγγύησε τῷ ἡμετέρῳ θείῳ τὴν ἀδελφήν; καὶ ταῦτα εἰδὼς τὸν ἅπαντα χρόνον ἄτοκον οὖσαν αὐτήν, καὶ τῆς ὁμολογηθείσης προικὸς ἐκ τῶν νόμων γιγνομένης εἰς αὐτόν, εἴ τι ἔπαθεν ἡ γυνὴ πρὶν γενέσθαι παῖδας αὐτῇ; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="37"><p>ἆρʼ οὖν δοκεῖ τῳ ὑμῶν ὀλιγώρως οὕτως ἔχειν χρημάτων Νικόδημος, ὥστε παραλιπεῖν ἄν τι τῶν τοιούτων; ἐγὼ μὲν γὰρ οὐ νομίζω. εἶτα παρὰ τούτου ὁ ἡμέτερος θεῖος ἠξίωσεν ἂν ἐγγυήσασθαι τὴν ἀδελφήν, ὃς αὐτὸς ξενίας φεύγων ὑπὸ ἑνὸς τῶν φρατόρων ὧν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὧν</foreign>Reiske: <foreign xml:lang="grc">δʼν.</foreign></note> φησιν αὑτοῦ εἶναι, παρὰ τέτταρας ψήφους μετέσχε τῆς πόλεως; καὶ ὡς ἀληθῆ λέγω, ἀναγίγνωσκε τὴν μαρτυρίαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="38"><p rend="align(center)"><label>Μαρτυρία	</label></p><p>οὗτος τοίνυν τῷ ἡμετέρῳ θείῳ ἄπροικον τὴν ἀδελφὴν τὴν ἑαυτοῦ μεμαρτύρηκεν ἐγγυῆσαι, καὶ ταῦτα τῆς προικὸς εἰς αὐτὸν γιγνομένης, εἴ τι ἔπαθεν ἡ γυνὴ πρὶν γενέσθαι παῖδας αὐτῇ. λαβὲ δὴ καὶ ἀνάγνωθι τοὺς νόμους τουσδὶ αὐτοῖς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg003.perseus-grc2" n="39"><p rend="align(center)"><label>Νόμοι</label></p><p rend="align(indent)">δοκεῖ ἂν ὑμῖν οὕτως ὀλιγώρως ἔχειν χρημάτων Νικόδημος, ὥστε, εἰ ἦν ἀληθὲς τὸ πρᾶγμα, οὐκ ἂν σφόδρα διακριβώσασθαι περὶ τῶν ἑαυτῷ συμφερόντων; ναὶ μὰ Δία, ὡς ἔγωγʼ οἶμαι, ἐπεὶ καὶ οἱ ἐπὶ παλλακίᾳ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">παλλακίᾳ</foreign>Bekker: <foreign xml:lang="grc">παλλακίδι.</foreign></note> διδόντες τὰς ἑαυτῶν πάντες πρότερον διομολογοῦνται περὶ τῶν δοθησομένων ταῖς παλλακαῖς· Νικόδημος δὲ ἐγγυᾶν μέλλων, 〈ὥς〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὤς</foreign>add. Reiske.</note> φησι, τὴν ἀδελφὴν τὴν αὑτοῦ μόνον τὸ κατὰ τοὺς νόμους ἐγγυῆσαι διεπράξατο; ὃς ἐπʼ ὀλίγῳ ἀργυρίῳ, οὗ ἐπιθυμῶν λέγει πρὸς ὑμᾶς, σφόδρα βούλεται πονηρὸς εἶναι; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>