<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2:8-15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2:8-15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="8"><p>[καὶ ἐκ ταύτης τῆς λέξεως δῆλον ὅτι φιλῶν ἀπεβάλετο· οὐδεὶς γὰρ μισῶν τινα ἱκετεύει αὐτῷ.] ἐδεῖτο οὖν ἡμῶν δοῦναι χάριν ταύτην αὑτῷ, ἐκδοῦναι ἄλλῳ αὐτὴν μετὰ τῆς γνώμης τῆς ἑαυτοῦ. καὶ ἡμεῖς ἐκελεύομεν αὐτὸν πείθειν αὐτὴν περὶ τούτων· ὅ τι γὰρ 〈ἂν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign>add. Dobree.</note> ἐκείνη πεισθῇ, τοῦτʼ ἔφαμεν ποιήσειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="9"><p>κἀκείνη τὸ μὲν πρῶτον οὐδʼ ἠνέσχετʼ αὐτοῦ λέγοντος, προιόντος δὲ τοῦ χρόνου μόλις ἐπείσθη· καὶ οὕτως ἐκδίδομεν αὐτὴν Ἠλείῳ Σφηττίῳ, καὶ ὁ Μενεκλῆς τήν τε προῖκα ἐπιδίδωσιν αὐτῷ, μετασχὼν τοῦ οἴκου τῆς μισθώσεως τῶν παίδων τῶν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῶν</foreign>Bekker: <foreign xml:lang="grc">τοῦ.</foreign></note> Νικίου, καὶ τὰ ἱμάτια, ἃ ἦλθεν ἔχουσα παρʼ ἐκεῖνον, καὶ τὰ χρυσίδια, ἃ ἦν, δίδωσιν αὐτῇ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="10"><p>μετὰ δὲ ταῦτα χρόνου διαγενομένου ἐσκόπει ὁ Μενεκλῆς ὅπως μὴ ἔσοιτο ἄπαις, ἀλλʼ ἔσοιτο αὐτῷ ὅς τις ζῶντά γηροτροφήσοι καὶ τελευτήσαντα θάψοι αὐτὸν καὶ εἰς τὸν ἔπειτα χρόνον τὰ νομιζόμενα αὐτῷ ποιήσοι. τούτῳ μὲν οὖν ἑώρα ἕνα μόνον ὑὸν ὄντα, ὥστε ἐδόκει αὐτῷ αἰσχρὸν εἶναι ἄπαιδα τοῦτον καθιστάντα ἀρρένων παίδων αὑτῷ κελεύειν δοῦναι τοῦτον εἰσποιήσασθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="11"><p>εὕρισκεν οὖν οὐδένα ἄλλον οἰκειότερον ὄνθʼ ἡμῶν ἑαυτῷ. λόγους οὖν πρὸς ἡμᾶς ἐποιεῖτο, καὶ ἔφη δοκεῖν αὑτῷ καλῶς ἔχειν, ἐπειδὴ οὕτως αὐτῷ ἡ τύχη συνέβη ὥστε ἐκ τῆς ἀδελφῆς τῆς ἡμετέρας παῖδας αὐτῷ μὴ γενέσθαι, ἐκ ταύτης τῆς οἰκίας ὑὸν αὑτῷ ποιήσασθαι, ὅθεν καὶ φύσει παῖδας ἐβουλήθη ἂν αὑτῷ γενέσθαι· “ὑμῶν οὖν” ἔφη “βούλομαι τὸν ἕτερον ποιήσασθαι, ὁποτέρῳ ὑμῶν καλῶς ἔχει.” </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="12"><p>καὶ ὁ ἀδελφὸς ἀκούσας ταῦτα [ἐπειδὴ προετίμησεν αὐτοὺς πάντων], ἐπῄνεσέ τε τοὺς λόγους αὐτοῦ, καὶ εἶπεν ὅτι δέοιτο ἥ τε ἡλικία καὶ ἡ παροῦσα ἐρημία ἐκείνου τοῦ θεραπεύσοντος αὐτὸν καὶ ἐπιδημήσοντος· “ἐμοὶ μὲν οὖν” ἔφη “συμβαίνει<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">συμβαίνει</foreign>Q: <foreign xml:lang="grc">ειν.</foreign></note> ἀποδημία, ὡς σὺ οἶσθα· ὁ δὲ ἀδελφὸς οὑτοσί” ἐμὲ λέγων “τῶν τε σῶν ἐπιμελήσεται καὶ τῶν ἐμῶν, ἐὰν βούλῃ τοῦτον ποιήσασθαι.” καὶ ὁ Μενεκλῆς καλῶς ἔφη αὐτὸν λέγειν, καὶ ἐκ τοῦ τρόπου τούτου ποιεῖταί με. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="13"><p rend="align(indent)">ὡς οὖν κατὰ τοὺς νόμους ἐγένετο<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐγένετο</foreign>Dobree: <foreign xml:lang="grc">ἐπεγ-.</foreign></note> ἡ ποίησις, τοῦτο ὑμᾶς βούλομαι διδάξαι. καὶ μοι τὸν νόμον ἀνάγνωθι, ὃς κελεύει τὰ ἑαυτοῦ ἐξεῖναι διαθέσθαι ὅπως ἂν ἐθέλῃ, ἐὰν μὴ παῖδες ἄρρενες ὦσι· γνήσιοι. ὁ γὰρ νομοθέτης, ὦ ἄνδρες, διὰ τοῦτο τὸν νόμον ἔθηκεν οὕτως, ὁρῶν μόνην ταύτην καταφυγὴν οὖσαν τῆς ἐρημίας καὶ παραψυχὴν τοῦ βίου τοῖς ἄπαισι τῶν ἀνθρώπων, τὸ ἐξεῖναι ποιήσασθαι ὅν τινα ἂν βούλωνται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="14"><p>διδόντων οὖν τῶν νόμων αὐτῷ ποιεῖσθαι διὰ τὸ εἶναι ἄπαιδα, ἐμὲ ποιεῖται, οὐκ ἐν διαθήκαις, ὦ ἄνδρες, γράψας, μέλλων ἀποθνήσκειν, ὥσπερ ἄλλοι τινὲς τῶν πολιτῶν, οὐδʼ ἀσθενῶν· ἀλλʼ ὑγιαίνων, εὖ φρονῶν, εὖ νοῶν, ποιησάμενος εἰσάγει με εἰς τοὺς φράτορας παρόντων τούτων, καὶ εἰς τοὺς δημότας με ἐγγράφει καὶ εἰς τοὺς ὀργεῶνας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="15"><p>καὶ τότε μὲν οὐδὲν ἀντέλεγον αὐτῷ οὗτοι ὡς 〈οὐκ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐκ</foreign>add. Dobree.</note> εὖ φρονοῦντι· καίτοι πολὺ κάλλιον ἦν ζῶντα πείθειν ἐκεῖνον, εἴ τι βούλοιντο, μᾶλλον ἢ τελευτήσαντα ὑβρίζειν καὶ ἐξερημοῦν αὐτοῦ τὸν οἶκον. ἐπεβίω γὰρ ἐκεῖνος μετὰ τὴν ποίησιν οὐκ ἐνιαυτὸν ἕνα ἢ δύο, ἀλλὰ τρία καὶ εἴκοσιν ἔτη· καὶ ἐν τούτῳ τῷ χρόνῳ, τοσούτῳ ὄντι, οὐδὲν ἐκεῖνος μετέγνω τῶν πεπραγμένων ἑαυτῷ, διὰ τὸ παρὰ πάντων ὁμολογεῖσθαι ὅτι ἦν ὀρθῶς βεβουλευμένος. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>