<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2:0-19</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2:0-19</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="0"><p rend="align(center)"><label>Ὑπόθεσις</label></p><p rend="align(indent)">Μενεκλέους ποιησαμένου υἱὸν καὶ ἐπιβιώσαντος τῇ ποιήσει εἴκοσι τρία ἔτη, ἀδελφῶν ἀμφισβητησάντων τοῦ κλήρου ἐμαρτύρησέ τις Φιλωνίδης μὴ εἶναι τὸν κλῆρον ἐπίδικον, καταλείψαντος υἱὸν Μενεκλέους. τούτῳ ἐπέσκηψαν ψευδομαρτυρίας οἱ ἀδελφοί, καὶ πρὸς τούτους ὁ παῖς ὑπὲρ αὐτοῦ τὴν ἀπολογίαν εἰσέρχεται. ἔστι δὲ ὁ λόγος οὗτος ἐναντίος τῷ περὶ τοῦ Κλεωνύμου κλήρου· ἐκεῖ μὲν γὰρ ὑπὲρ συγγενείας εἶπεν, ὧδε δὲ ὑπὲρ διαθήκης. ἡ στάσις ἀντίληψις κατὰ στοχασμόν· λέγει γὰρ ὅτι ἐξῆν αὐτῷ ποιεῖν ἑαυτῷ υἱόν. εἶτα τὸ στοχαστικόν, ὅτι οὐ πεισθεὶς γυναικὶ ἐποιήσατό με. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="1"><p rend="align(indent)">ἡγούμην μέν, ὦ ἄνδρες, εἴ τις καὶ ἄλλος ἐποιήθη ὑπό τινος κατὰ τοὺς νόμους, καὶ ἐγὼ ποιηθῆναι, καὶ οὐκ ἄν ποτε εἰπεῖν οὐδένα τολμῆσαι ὡς ἐποιήσατό με Μενεκλῆς παρανοῶν ἢ γυναικὶ πειθόμενος· ἐπειδὴ δὲ ὁ θεῖος οὐκ ὀρθῶς βουλευόμενος, ὡς ἐγώ φημι, πειρᾶται ἐξ ἅπαντος τρόπου τὸν ἀδελφὸν τὸν αὑτοῦ ἄπαιδα τεθνεῶτα καταστῆσαι, οὔτε τοὺς θεοὺς τοὺς πατρῴους οὔθʼ ὑμῶν αἰσχυνόμενος οὐδένα, ἐμοὶ ἀνάγκη ἐστὶ πολλὴ βοηθεῖν τῷ τε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῷ τε</foreign>Bremi: <foreign xml:lang="grc">τε τῷ.</foreign></note> πατρὶ τῷ ποιησαμένῳ με καὶ ἐμαυτῷ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="2"><p>διδάξω<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">διδάξω</foreign>Bekker: <foreign xml:lang="grc">διδάσκω.</foreign></note> οὖν ὑμᾶς ἐξ ἀρχῆς ὡς προσηκόντως τε καὶ κατὰ τοὺς νόμους ἐγένετο ἡ ποίησις, καὶ οὐκ ἔστιν ἐπίδικος ὁ κλῆρος ὁ Μενεκλέους ὄντος ἐμοῦ ὑοῦ ἐκείνου, ἀλλʼ ὁ μάρτυς διεμαρτύρησε τἀληθῆ. δέομαι δʼ ὑμῶν ἁπάντων καὶ ἀντιβολῶ καὶ ἱκετεύω μετʼ εὐνοίας ἀποδέχεσθαί μου τοὺς λόγους. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="3"><p rend="align(indent)">ἐπώνυμος γὰρ ὁ Ἀχαρνεύς, ὁ πατὴρ ὁ ἡμέτερος, ὦ ἄνδρες, φίλος ἦν καὶ ἐπιτήδειος Μενεκλεῖ, καὶ ἐχρῆτο οἰκείως<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἰκείως</foreign>Bekker: <foreign xml:lang="grc">οἰκείω.</foreign></note> · ἦμεν δὲ αὐτῷ παῖδες τέτταρες ἡμεῖς, δύο μὲν ὑεῖς, δύο δὲ θυγατέρες. τελευτήσαντος δὲ τοῦ πατρὸς ἐκδίδομεν ἡμεῖς τὴν πρεσβυτέραν ἀδελφήν, ἐπειδὴ εἶχεν ὥραν, Λευκολόφῳ, προῖκα ἐπιδόντες εἴκοσι μνᾶς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="4"><p>καὶ ἀπʼ ἐκείνου τοῦ χρόνου τετάρτῳ ἔτει ἢ πέμπτῳ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἢ πέμπτῳ</foreign>add. Q.</note> ὕστερον ἥ τε ἀδελφὴ ἡμῖν ἡ νεωτέρα σχεδὸν ἡλικίαν εἶχεν ἀνδρὶ συνοικεῖν, καὶ τῷ Μενεκλεῖ ἡ γυνὴ τελευτᾷ ἣν εἶχε πρότερον. ἐπειδὴ οὖν ἐκείνῃ τὰ νομιζόμενα ἐποίησεν ὁ Μενεκλῆς, ᾔτει τὴν ἀδελφὴν ἡμᾶς, ὑπομιμνήσκων τήν τε φιλίαν τὴν τοῦ πατρὸς καὶ ἑαυτοῦ, καὶ ὡς πρὸς ἡμᾶς αὐτοὺς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτοὺς</foreign>Sauppe: <foreign xml:lang="grc">αὐτὸς.</foreign></note> ἦν διακείμενος· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="5"><p>καὶ ἡμεῖς εἰδότες ὅτι καὶ ὁ πατὴρ οὐδενὶ ἂν ἔδωκεν ἥδιον ἢ ἐκείνῳ, δίδομεν αὐτῷ, οὐκ ἄπροικον, ὡς οὗτος λέγει ἑκάστοτε, ἀλλὰ τὴν ἴσην προῖκα ἐπιδόντες ἥνπερ καὶ τῇ πρεσβυτέρᾳ ἀδελφῇ ἐπέδομεν· καὶ ἐκ τοῦ τρόπου τούτου, πρότερον ὄντες αὐτοῦ φίλοι, κατέστημεν οἰκεῖοι. καὶ ὡς ἔλαβεν εἴκοσι μνᾶς ὁ Μενεκλῆς ἐπὶ τῇ ἀδελφῇ προῖκα, τὴν μαρτυρίαν ταύτην πρῶτον βούλομαι παρασχέσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="6"><p rend="align(center)"><label>Μαρτυρία</label></p><p rend="align(indent)">ἐκδόντες τοίνυν τὰς ἀδελφάς, ὦ ἄνδρες, καὶ ὄντες αὐτοὶ ἐν ἡλικίᾳ ἐπὶ τὸ στρατεύεσθαι ἐτραπόμεθα, καὶ ἀπεδημήσαμεν μετὰ Ἰφικράτους εἰς Θρᾴκην· ἐκεῖ δὲ δόξαντές του<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δόξαντές του</foreign>Bremi: <foreign xml:lang="grc">δόξαντες τοῦ.</foreign></note> εἶναι ἄξιοι περιποιησάμενοί τι κατεπλεύσαμεν δεῦρο, καὶ καταλαμβάνομεν τῇ πρεσβυτέρᾳ ἀδελφῇ ὄντα δύο παιδία, τὴν δὲ νεωτέραν, ἣν εἶχε Μενεκλῆς, ἄπαιδα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="7"><p>καὶ ἐκεῖνος δευτέρῳ μηνὶ ἢ τρίτῳ, πολλὰ ἐπαινέσας τὴν ἀδελφήν, λόγους ἐποιεῖτο πρὸς ἡμᾶς, καὶ ἔφη τήν τε ἡλικίαν ὑφορᾶσθαι τὴν ἑαυτοῦ καὶ τὴν ἀπαιδίαν· οὔκουν ἔφη δεῖν ἐκείνην τῆς χρηστότητος τῆς ἑαυτῆς τοῦτο ἀπολαῦσαι, ἄπαιδα καταστῆναι συγκαταγηράσασαν αὑτῷ· ἱκανὸς γὰρ ἔφη αὐτὸς ἀτυχῶν εἶναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="8"><p>[καὶ ἐκ ταύτης τῆς λέξεως δῆλον ὅτι φιλῶν ἀπεβάλετο· οὐδεὶς γὰρ μισῶν τινα ἱκετεύει αὐτῷ.] ἐδεῖτο οὖν ἡμῶν δοῦναι χάριν ταύτην αὑτῷ, ἐκδοῦναι ἄλλῳ αὐτὴν μετὰ τῆς γνώμης τῆς ἑαυτοῦ. καὶ ἡμεῖς ἐκελεύομεν αὐτὸν πείθειν αὐτὴν περὶ τούτων· ὅ τι γὰρ 〈ἂν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign>add. Dobree.</note> ἐκείνη πεισθῇ, τοῦτʼ ἔφαμεν ποιήσειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="9"><p>κἀκείνη τὸ μὲν πρῶτον οὐδʼ ἠνέσχετʼ αὐτοῦ λέγοντος, προιόντος δὲ τοῦ χρόνου μόλις ἐπείσθη· καὶ οὕτως ἐκδίδομεν αὐτὴν Ἠλείῳ Σφηττίῳ, καὶ ὁ Μενεκλῆς τήν τε προῖκα ἐπιδίδωσιν αὐτῷ, μετασχὼν τοῦ οἴκου τῆς μισθώσεως τῶν παίδων τῶν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῶν</foreign>Bekker: <foreign xml:lang="grc">τοῦ.</foreign></note> Νικίου, καὶ τὰ ἱμάτια, ἃ ἦλθεν ἔχουσα παρʼ ἐκεῖνον, καὶ τὰ χρυσίδια, ἃ ἦν, δίδωσιν αὐτῇ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="10"><p>μετὰ δὲ ταῦτα χρόνου διαγενομένου ἐσκόπει ὁ Μενεκλῆς ὅπως μὴ ἔσοιτο ἄπαις, ἀλλʼ ἔσοιτο αὐτῷ ὅς τις ζῶντά γηροτροφήσοι καὶ τελευτήσαντα θάψοι αὐτὸν καὶ εἰς τὸν ἔπειτα χρόνον τὰ νομιζόμενα αὐτῷ ποιήσοι. τούτῳ μὲν οὖν ἑώρα ἕνα μόνον ὑὸν ὄντα, ὥστε ἐδόκει αὐτῷ αἰσχρὸν εἶναι ἄπαιδα τοῦτον καθιστάντα ἀρρένων παίδων αὑτῷ κελεύειν δοῦναι τοῦτον εἰσποιήσασθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="11"><p>εὕρισκεν οὖν οὐδένα ἄλλον οἰκειότερον ὄνθʼ ἡμῶν ἑαυτῷ. λόγους οὖν πρὸς ἡμᾶς ἐποιεῖτο, καὶ ἔφη δοκεῖν αὑτῷ καλῶς ἔχειν, ἐπειδὴ οὕτως αὐτῷ ἡ τύχη συνέβη ὥστε ἐκ τῆς ἀδελφῆς τῆς ἡμετέρας παῖδας αὐτῷ μὴ γενέσθαι, ἐκ ταύτης τῆς οἰκίας ὑὸν αὑτῷ ποιήσασθαι, ὅθεν καὶ φύσει παῖδας ἐβουλήθη ἂν αὑτῷ γενέσθαι· “ὑμῶν οὖν” ἔφη “βούλομαι τὸν ἕτερον ποιήσασθαι, ὁποτέρῳ ὑμῶν καλῶς ἔχει.” </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="12"><p>καὶ ὁ ἀδελφὸς ἀκούσας ταῦτα [ἐπειδὴ προετίμησεν αὐτοὺς πάντων], ἐπῄνεσέ τε τοὺς λόγους αὐτοῦ, καὶ εἶπεν ὅτι δέοιτο ἥ τε ἡλικία καὶ ἡ παροῦσα ἐρημία ἐκείνου τοῦ θεραπεύσοντος αὐτὸν καὶ ἐπιδημήσοντος· “ἐμοὶ μὲν οὖν” ἔφη “συμβαίνει<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">συμβαίνει</foreign>Q: <foreign xml:lang="grc">ειν.</foreign></note> ἀποδημία, ὡς σὺ οἶσθα· ὁ δὲ ἀδελφὸς οὑτοσί” ἐμὲ λέγων “τῶν τε σῶν ἐπιμελήσεται καὶ τῶν ἐμῶν, ἐὰν βούλῃ τοῦτον ποιήσασθαι.” καὶ ὁ Μενεκλῆς καλῶς ἔφη αὐτὸν λέγειν, καὶ ἐκ τοῦ τρόπου τούτου ποιεῖταί με. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="13"><p rend="align(indent)">ὡς οὖν κατὰ τοὺς νόμους ἐγένετο<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐγένετο</foreign>Dobree: <foreign xml:lang="grc">ἐπεγ-.</foreign></note> ἡ ποίησις, τοῦτο ὑμᾶς βούλομαι διδάξαι. καὶ μοι τὸν νόμον ἀνάγνωθι, ὃς κελεύει τὰ ἑαυτοῦ ἐξεῖναι διαθέσθαι ὅπως ἂν ἐθέλῃ, ἐὰν μὴ παῖδες ἄρρενες ὦσι· γνήσιοι. ὁ γὰρ νομοθέτης, ὦ ἄνδρες, διὰ τοῦτο τὸν νόμον ἔθηκεν οὕτως, ὁρῶν μόνην ταύτην καταφυγὴν οὖσαν τῆς ἐρημίας καὶ παραψυχὴν τοῦ βίου τοῖς ἄπαισι τῶν ἀνθρώπων, τὸ ἐξεῖναι ποιήσασθαι ὅν τινα ἂν βούλωνται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="14"><p>διδόντων οὖν τῶν νόμων αὐτῷ ποιεῖσθαι διὰ τὸ εἶναι ἄπαιδα, ἐμὲ ποιεῖται, οὐκ ἐν διαθήκαις, ὦ ἄνδρες, γράψας, μέλλων ἀποθνήσκειν, ὥσπερ ἄλλοι τινὲς τῶν πολιτῶν, οὐδʼ ἀσθενῶν· ἀλλʼ ὑγιαίνων, εὖ φρονῶν, εὖ νοῶν, ποιησάμενος εἰσάγει με εἰς τοὺς φράτορας παρόντων τούτων, καὶ εἰς τοὺς δημότας με ἐγγράφει καὶ εἰς τοὺς ὀργεῶνας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="15"><p>καὶ τότε μὲν οὐδὲν ἀντέλεγον αὐτῷ οὗτοι ὡς 〈οὐκ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐκ</foreign>add. Dobree.</note> εὖ φρονοῦντι· καίτοι πολὺ κάλλιον ἦν ζῶντα πείθειν ἐκεῖνον, εἴ τι βούλοιντο, μᾶλλον ἢ τελευτήσαντα ὑβρίζειν καὶ ἐξερημοῦν αὐτοῦ τὸν οἶκον. ἐπεβίω γὰρ ἐκεῖνος μετὰ τὴν ποίησιν οὐκ ἐνιαυτὸν ἕνα ἢ δύο, ἀλλὰ τρία καὶ εἴκοσιν ἔτη· καὶ ἐν τούτῳ τῷ χρόνῳ, τοσούτῳ ὄντι, οὐδὲν ἐκεῖνος μετέγνω τῶν πεπραγμένων ἑαυτῷ, διὰ τὸ παρὰ πάντων ὁμολογεῖσθαι ὅτι ἦν ὀρθῶς βεβουλευμένος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="16"><p>καὶ ὡς ἀληθῆ λέγω ταῦτα, τῆς μὲν ποιήσεως ὑμῖν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑμῖν</foreign>Tyrwhitt: <foreign xml:lang="grc">ἡμῖν.</foreign></note> τοὺς φράτορας καὶ τοὺς ὀργεῶνας καὶ τοὺς δημότας παρέξομαι μάρτυρας, ὡς δʼ ἐξῆν ποιήσασθαι, τὸν νόμον αὐτὸν ὑμῖν ἀναγνώσεται, καθʼ ὃν ἡ ποίησις ἐγένετο. καί μοι τὰς μαρτυρίας ἀνάγνωθι ταύτας καὶ τὸν νόμον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="17"><p rend="align(center)"><label>Μαρτυρίαι <space/> Νόμος</label></p><p rend="align(indent)">ὡς μὲν τοίνυν ἐξῆν τῷ Μενεκλεῖ ποιήσασθαι ὑὸν αὑτῷ ὅν τινα ἐβούλετο, ὁ νόμος αὐτὸς δηλοῖ· ὡς δὲ ἐποιήσατο, οἵ τε φράτορες καὶ οἱ δημόται καὶ οἱ ὀργεῶνες ὑμῖν μεμαρτυρήκασιν· ὥστε περιφανῶς ἀποδέδεικται ἡμῖν,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡμῖν</foreign>Q: <foreign xml:lang="grc">ὑμῖν.</foreign></note> ὦ ἄνδρες, ὁ μάρτυς τἀληθῆ διαμεμαρτυρηκώς, καὶ οὗτοι πρός γε τὴν ποίησιν αὐτὴν λόγον οὐδʼ ὁντινοῦν δύναιντʼ ἂν ἀντειπεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="18"><p rend="align(indent)">πραχθέντων δὲ τούτων ἐσκόπει ὁ Μενεκλῆς γυναῖκά μοι, καὶ ἔφη με χρῆναι γῆμαι· καὶ ἐγὼ λαμβάνω τὴν τοῦ Φιλωνίδου θυγατέρα. κἀκεῖνός τε τὴν πρόνοιαν εἶχεν ὥσπερ εἰκός ἐστι πατέρα περὶ ὑέος ἔχειν, καὶ ἐγὼ τὸν αὐτὸν τρόπον ὥσπερ γόνῳ ὄντα πατέρα ἐμαυτοῦ ἐθεράπευόν τε καὶ ᾐσχυνόμην, καὶ ἐγὼ καὶ ἡ γυνὴ ἡ ἐμή, ὥστε ἐκεῖνον πρὸς τοὺς δημότας ἐπαινεῖν ἅπαντας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="19"><p rend="align(indent)">ὅτι δὲ οὐ παρανοῶν οὐδὲ γυναικὶ πειθόμενος ὁ Μενεκλῆς ἐποιήσατο, ἀλλʼ εὖ φρονῶν, ἐνθένδε ἐστὶν ὑμῖν ῥᾴδιον ἐπιγνῶναι. πρῶτον μὲν γὰρ ἡ ἀδελφή, περὶ ἧς οὗτος τὸν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὸν</foreign>edd.: <foreign xml:lang="grc">τὸ.</foreign></note> πλεῖστον τοῦ λόγου πεποίηται, ὡς ἐκείνῃ πεισθεὶς ἐμὲ ἐποιήσατο, πολλῷ πρότερον ἦν ἐκδεδομένη ἢ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἢ</foreign>Q: <foreign xml:lang="grc">πρινὴ.</foreign></note> τὴν ποίησιν γενέσθαι, ὥστʼ εἴ γʼ ἐκείνῃ πεισθεὶς τὸν ὑὸν ἐποιεῖτο, τῶν ἐκείνης παίδων τὸν ἕτερον ἐποιήσατʼ ἄν· δύο γάρ εἰσιν αὐτῇ. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>