<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2:8-11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2:8-11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="8"><p>τὴν μὲν οὖν τούτων ἀναισχυντίαν καὶ τὴν αἰσχροκέρδειαν ἔτι μᾶλλον γνώσεσθε, ἐπειδὰν πάντων ἀκούσητε· ὅθεν δʼ οἶμαι τάχιστʼ ἂν ὑμᾶς μαθεῖν περὶ ὧν ἀμφισβητοῦμεν, ἐντεῦθεν ἄρξομαι διδάσκειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="9"><p rend="align(indent)">Δεινίας γὰρ ὁ τοῦ πατρὸς ἀδελφὸς ἐπετρόπευσεν ἡμᾶς, θεῖος ὢν ὀρφανοὺς ὄντας. Κλεωνύμῳ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Κλεωνύμῳ</foreign>Taylor: <foreign xml:lang="grc">-ου.</foreign></note> δʼ οὗτος, ὦ ἄνδρες, διάφορος ὢν ἔτυχεν. ὁπότερος μὲν οὖν αὐτῶν ἦν τῆς διαφορᾶς αἴτιος, ἴσως οὐκ ἐμὸν ἔργον ἐστὶ κατηγορεῖν· πλὴν τοσοῦτόν γε ἂν δικαίως αὐτοῖς ἀμφοτέροις μεμψαίμην, ὅτι καὶ φίλοι τέως ὄντες καὶ προφάσεως οὐδεμιᾶς γενομένης ἐκ λόγων τινῶν οὕτως εἰκῇ πρὸς ἀλλήλους ἔχθραν ἀνείλοντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="10"><p>τότε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τότε</foreign>Schoemann: <foreign xml:lang="grc">ὅτι.</foreign></note> γοῦν ἐκ ταύτης τῆς ὀργῆς Κλεώνυμος ταύτας ποιεῖται τὰς διαθήκας, οὐχ ἡμῖν ἐγκαλῶν, ὡς ὕστερον †ἐσώθη†<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐσώθη</foreign>A Q manifeste corruptum.</note> ἔλεγεν, ὁρῶν δὲ ἡμᾶς ἐπιτροπευομένους ὑπὸ Δεινίου, καὶ δεδιὼς μὴ τελευτήσειεν αὐτὸς ἔτι παῖδας ἡμᾶς καταλιπὼν καὶ τῆς οὐσίας ἡμετέρας οὔσης γένοιτο κύριος Δεινίας· ἡγεῖτο γὰρ δεινὸν εἶναι τὸν ἔχθιστον τῶν οἰκείων ἐπίτροπον καὶ κύριον τῶν αὑτοῦ καταλιπεῖν, καὶ ποιεῖν αὑτῷ τὰ νομιζόμενα τοῦτον, ἕως ἡμεῖς ἡβήσαιμεν, ᾧ ζῶν διάφορος ἦν· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="11"><p>ταῦτα διανοηθεὶς ἐκεῖνος, εἴτʼ ὀρθῶς εἴτε μή, τὰς διαθήκας ταύτας διέθετο. καὶ εὐθὺς ἐρωτῶντος τοῦ Δεινίου παραχρῆμα εἴ τι ἡμῖν ἢ τῷ πατρὶ ἐγκαλεῖ τῷ ἡμετέρῳ, ἀπεκρίνατο πάντων τῶν πολιτῶν ἐναντίον ὅτι οὐδὲν πονηρὸν ἐγκαλεῖ, καὶ ἐμαρτύρησεν ὡς ὀργιζόμενος ἐκείνῳ καὶ οὐκ ὀρθῶς βουλευόμενος ταῦτα διέθετο. πῶς γὰρ ἂν εὖ φρονῶν, ὦ ἄνδρες, κακῶς ποιεῖν ἡμᾶς ἐβουλήθη, τοὺς μηδὲν αὐτὸν ἠδικηκότας; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>