<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2:40-51</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2:40-51</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="40"><p>εἰ δʼ οὐσία κατελείφθη, δίκαιον ἡγήσεσθʼ εἶναι ταύτης ἑτέρους ἡμῶν μᾶλλον κληρονομεῖν; οὐκ ἄρα δίκαια οὐδʼ ὑμῖν αὐτοῖς συμφέροντα οὐδὲ τοῖς νόμοις ὁμολογούμενα ψηφιεῖσθε, εἰ τῶν μὲν συμφορῶν τοὺς ἐγγυτάτω γένει κοινωνεῖν ἀναγκάσετε, χρημάτων δὲ καταλειφθέντων πάντας ἀνθρώπους κυριωτέρους ἢ τούτους ποιήσετε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="41"><p rend="align(indent)">χρὴ δέ, ὦ ἄνδρες, καὶ διὰ τὴν συγγένειαν καὶ διὰ τὴν τοῦ πράγματος ἀλήθειαν, ὅπερ ποιεῖτε, τοῖς κατὰ γένος ψηφίζεσθαι μᾶλλον ἢ τοῖς κατὰ διαθήκην ἀμφισβητοῦσι. τὴν μὲν γὰρ τοῦ γένους οἰκειότητα πάντες ἐπιστάμενοι τυγχάνετε, καὶ οὐχ οἷόν τε τοῦτʼ ἔστι πρὸς ὑμᾶς ψεύσασθαι· διαθήκας δʼ ἤδη πολλοὶ ψευδεῖς ἀπέφηναν, καὶ οἱ μὲν τὸ παράπαν οὐ γενομένας, ἐνίων δʼ οὐκ ὀρθῶς βεβουλευμένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="42"><p>καὶ νῦν ὑμεῖς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑμεῖς</foreign>Mai: <foreign xml:lang="grc">ἡμεῖς.</foreign></note> τὴν μὲν συγγένειαν καὶ τὴν οἰκειότητα τὴν ἡμετέραν, οἷς ἡμεῖς ἀγωνιζόμεθα, ἅπαντες ἐπίστασθε· τὰς δὲ διαθήκας, αἷς οὗτοι πιστεύοντες ἡμᾶς συκοφαντοῦσιν, οὐδεὶς ὑμῶν οἶδε κυρίας γενομένας. ἔπειτα τὴν μὲν ἡμετέραν συγγένειαν εὑρήσετε καὶ παρʼ αὐτῶν τῶν ἀντιδίκων ὁμολογουμένην, τὰς δὲ διαθήκας ὑφʼ ἡμῶν ἀμφισβητουμένας· οὗτοι γὰρ τὸ ἀνελεῖν αὐτὰς ἐκείνου βουλομένου διεκώλυσαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="43"><p>ὥσθʼ ὑμῖν,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑμῖν</foreign>Mai: <foreign xml:lang="grc">ἡμῖν.</foreign></note> ὦ ἄνδρες, πολὺ κάλλιόν ἐστι ψηφίσασθαι κατὰ τὸ γένος τὸ παρʼ ἀμφοτέρων ἡμῶν ὁμολογούμενον μᾶλλον ἢ κατὰ τὰς διαθήκας τὰς οὐ δικαίως γεγενημένας. πρὸς δὲ τούτοις ἐνθυμήθητε ὅτι αὐτὰς ἔλυσε μὲν Κλεώνυμος εὖ φρονῶν, διέθετο δὲ ὀργισθεὶς καὶ οὐκ ὀρθῶς βουλευόμενος· ὥστε πάντων ἂν εἴη δεινότατον, εἰ κυριωτέραν αὐτοῦ τὴν ὀργὴν ἢ τὴν διάνοιαν ποιήσετε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="44"><p rend="align(indent)">οἶμαι δʼ ὑμᾶς καὶ λαμβάνειν παρὰ τούτων ἀξιοῦν καὶ μὴ τυγχάνοντας ἀγανακτεῖν, οἷς ἂν ὑπάρχῃ καὶ παρʼ ὑμῶν τῶν αὐτῶν τυχεῖν. εἰ τοίνυν συνέβη Κλεωνύμῳ μὲν ζῆν, ἐξερημωθῆναι δὲ τὸν ἡμέτερον οἶκον ἢ τὸν τούτων, σκέψασθε ποτέρων<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ποτέρων</foreign>Mai: <foreign xml:lang="grc">πότερον.</foreign></note> ἐκεῖνος ἐγίγνετο κληρονόμος· δίκαιον γάρ ἐστι τούτους ἔχειν τὰ ἐκείνου, παρʼ ὧν ὠφείλετο καὶ λαβεῖν αὐτῷ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="45"><p>εἰ μὲν τοίνυν Φερένικος ἢ τῶν ἀδελφῶν τις ἐτελεύτησεν, οἱ παῖδες οἱ τούτων, οὐκ ἐκεῖνος ἐγίγνετο κύριος τῶν καταλειφθέντων· ἡμῶν δὲ τοιαύτῃ τύχῃ χρησαμένων Κλεώνυμος ἁπάντων ἐγίγνετο κληρονόμος. οὔτε γὰρ παῖδες ἡμῖν ἦσαν οὔτʼ ἄλλοι συγγενεῖς, ἀλλʼ ἐκεῖνος καὶ γένει προσήκων ἐγγυτάτω καὶ τῇ χρείᾳ πάντων ἦν οἰκειότατος· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="46"><p>ὥστε διὰ ταῦτα καὶ οἱ νόμοι δεδώκασιν αὐτῷ, καὶ ἡμεῖς οὐδένʼ 〈ἂν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδέν 〈ἂν〉</foreign>Bekker: <foreign xml:lang="grc">οὐδένα.</foreign></note> ἄλλον ἠξιώσαμεν ταύτης τῆς δωρεᾶς. οὐ γὰρ δήπου ζῶντες μὲν οὕτως ἂν ἐνεχειρίσαμεν αὐτῷ τὴν οὐσίαν, ὥστε περὶ τῶν ἡμετέρων κυριωτέραν εἶναι τὴν ἐκείνου διάνοιαν τῆς ἡμετέρας αὐτῶν, ἀποθνῄσκοντες δὲ ἄλλους κληρονόμους ἐβουλήθημεν 〈εἶναι〉 αὐτῶν μᾶλλον ἢ τὸν πάντων οἰκειότατον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="47"><p>ὥσθʼ ἡμᾶς μὲν ἐν ἀμφοτέροις, ὦ ἄνδρες,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἄνδρες</foreign>Baiter-Sauppe: <foreign xml:lang="grc">Ἀθηναῖοι.</foreign></note> καὶ ἐν τῷ δοῦναι καὶ ἐν τῷ λαβεῖν οἰκείους ὄντας εὑρήσετε, τούτους δὲ νῦν μὲν ἀναισχυντοῦντας καὶ τὴν οἰκειότητα καὶ τὴν ἀγχιστείαν λέγοντας, ὅτι λήψεσθαί τι προσδοκῶσιν· ἐν δὲ τῷ δοῦναι πολλοὺς ἂν καὶ συγγενεῖς καὶ φίλους ἐκείνου προείλοντο οἰκειοτέρους. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="48"><p rend="align(indent)">κεφάλαιον δὲ τῶν εἰρημένων, ᾧ πάντας ὑμᾶς προσέχειν δεῖ τὸν νοῦν· 〈ἐν〉 ὅσῳ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">〈ἐν〉 ὅσῳ</foreign>Dobree.</note> γὰρ ἂν ταῦτα λέγοντες ἀποφαίνωσι καὶ πειρῶνται πείθειν ὑμᾶς ὡς ἐκεῖνος διέθετο ταύτας τὰς διαθήκας καὶ οὐδὲ πώποτε ὕστερον αὐτῷ μετεμέλησε, 〈ἀλλὰ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀλλὰ</foreign>add. Blass.</note> καὶ νῦν ἐβούλετο ἡμᾶς μὲν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">νῦν ἐβούλετο ἡμᾶς μὲν</foreign>Q: <foreign xml:lang="grc">νῦν μὲν ἐβ. ἡμᾶς.</foreign></note> μηδὲν τῶν αὑτοῦ λαβεῖν, σφίσι δʼ αὐτοῖς βεβαιῶσαι τὴν δωρεάν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="49"><p>καὶ ταῦτα πάντα λέγοντες καὶ διισχυριζόμενοι μηδέτερον ἀποφαίνωσι<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀποφαίνωσι</foreign>Schoemann: <foreign xml:lang="grc">ἀποφήνωσι.</foreign></note> μήθʼ,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μήθʼ</foreign>Bekker: <foreign xml:lang="grc">μηδʼ.</foreign></note> ὡς ἐγγυτέρω τῷ γένει προσήκουσι μήθʼ ὡς οἰκειότερον ἡμῶν πρὸς Κλεώνυμον διέκειντο, ὑμεῖς ἐνθυμεῖσθε ὅτι ἐκείνου κατηγοροῦσιν, ἀλλʼ οὐχ ὡς δίκαιόν ἐστι τὸ πρᾶγμα διδάσκουσιν ὑμᾶς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="50"><p>ὥσθʼ ὑμεῖς ὅταν μὲν τοῖς τούτων λόγοις πιστεύητε, οὐ τούτους προσήκει ποιῆσαι τῶν ἐκείνου κληρονόμους, ἀλλὰ παράνοιαν Κλεωνύμου καταγιγνώσκειν, ὅταν δὲ τοῖς ἡμετέροις, ἐκεῖνόν τε νομίζειν ὀρθῶς βεβουλεῦσθαι λῦσαι τὰς διαθήκας βουλόμενον, ἡμᾶς τε μὴ συκοφαντεῖν ἀλλὰ δικαίως τούτων ἀμφισβητεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="51"><p>ἔπειτα, ὦ ἄνδρες, ἐνθυμεῖσθε ὅτι οὐχ οἷόν τε ὑμῖν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑμῖν</foreign>Mai: <foreign xml:lang="grc">ἡμῖν.</foreign></note> ἐστι κατὰ τοὺς τούτων λόγους γνῶναι περὶ αὐτῶν. πάντων γὰρ ἂν εἴη δεινότατον, εἰ τῶν ἀντιδίκων γιγνωσκόντων ἡμᾶς δίκαιον εἶναι τὸ μέρος αὐτῶν λαβεῖν, ὑμεῖς ἅπαντʼ αὐτοὺς ἔχειν ψηφιεῖσθε,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ψηφιεῖσθε</foreign>Thalheim: <foreign xml:lang="grc">ψηφίσεσθε.</foreign></note> καὶ τούτους μὲν ἡγήσεσθε χρῆναι πλείω λαβεῖν ὧν αὐτοὶ σφᾶς αὐτοὺς ἠξίωσαν, ἡμᾶς δὲ μηδὲ τούτων ἀξιώσετε ὧν οἱ ἀντίδικοι συγχωροῦσιν ἡμῖν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>