<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg052.perseus-grc2:7-9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg052.perseus-grc2:7-9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg052.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="7"><p>ἐπιδημήσαντος δὲ τοῦ Κηφισιάδου μετὰ ταῦτα καὶ προσελθόντος πρὸς τὴν τράπεζαν καὶ ἀπαιτοῦντος τὰ χρήματα, παρόντος δέ, ὦ ἄνδρες δικασταί, Ἀρχεβιάδου καὶ τοῦ Φρασίου, οὓς ὁ Λύκων τῷ πατρὶ συνέστησεν καὶ ἐκέλευσε τὸν Κηφισιάδην δεῖξαι ὃς εἴη, ἐπειδὴ ἔλθοι, παρόντων <add>δὲ</add> καὶ ἄλλων, ἐξαριθμήσας αὐτῷ τὰς ἑκκαίδεκα μνᾶς καὶ τετταράκοντα δραχμὰς ἀπέδωκε Φορμίων οὑτοσί. ὡς δὲ ἀληθῆ λέγω, τούτων ἁπάντων ὑμῖν τὰς μαρτυρίας ἀναγνώσεται.</p><p rend="center"><label>ΜΑΡΤΥΡΙΑΙ.</label></p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">ὅτι μὲν ἀληθῆ ἅπαντα εἶπον πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, τῶν μαρτυριῶν ἀκηκόατε. προσελθὼν δὲ συχνῷ χρόνῳ ὕστερον πρὸς τὸν πατέρα Κάλλιππος οὑτοσὶ ἐν ἄστει, ἤρετο αὐτὸν εἰ ἤδη ἐπιδεδημηκὼς εἴη ὁ Κηφισιάδης, ὅτῳ γεγραμμένον εἴη ἀποδοῦναι τὸ ἀργύριον τὸ ὑπὸ τοῦ Λύκωνος τοῦ Ἡρακλεώτου καταλειφθέν. ἀποκριναμένου δὲ τοῦ πατρὸς ὅτι οἴοιτο μέν, εἰ μέντοι βούλοιτο εἰς Πειραιᾶ καταβῆναι, τὴν ἀκρίβειαν εἴσοιτο, <q>οἶσθά τοι</q> ἔφη, <q>ὅ τι ἔστιν, ὦ Πασίων, ὅ σε ἐρωτῶ</q>;</p></div><div type="textpart" subtype="section" n="9"><p>(καὶ μὰ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα, οὐ ψεύσομαι πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀλλʼ ἃ τοῦ πατρὸς ἤκουον, διηγήσομαι ὑμῖν.) <q>ἔξεστί σοι</q> ἔφη <q>ἐμέ τε εὖ ποιῆσαι καὶ αὐτὸν μηδὲν βλαβῆναι. προξενῶν μὲν γὰρ τυγχάνω τῶν Ἡρακλεωτῶν, βούλοιο δʼ ἄν, ὡς οἶμαι ἐγώ, ἐμὲ μᾶλλον τὸ ἀργύριον λαβεῖν ἢ τὸν μέτοικον ἄνθρωπον καὶ ἐν Σκίρῳ κατοικοῦντα καὶ οὐδενὸς ἄξιον. συμβέβηκεν δὲ τοιοῦτόν τι· ὁ Λύκων τυγχάνει ὢν καὶ ἄπαις καὶ κληρονόμον οὐδένα οἴκοι καταλιπών, ὡς ἐγὼ πυνθάνομαι. </q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>