<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg046.perseus-grc2:9-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg046.perseus-grc2:9-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="9"><p rend="indent">ὡς τοίνυν καὶ παρʼ ἕτερον νόμον μεμαρτύρηκεν, ἐπιδεῖξαι ὑμῖν βούλομαι, ἵνα εἰδῆτε ὅτι μεγάλων ἀδικημάτων οὐκ ἔχων καταφυγὴν ὁ Φορμίων, πρόφασιν λαβὼν λόγῳ τὴν πρόκλησιν, ἔργῳ αὐτὸς αὑτῷ μεμαρτύρηκε προστησάμενος τούτους, διʼ ὧν οἱ μὲν δικασταὶ ἐξηπατήθησαν ὡς ἀληθῆ τούτων μαρτυρούντων, ἐγὼ δὲ ἀπεστερήθην ὧν ὁ πατήρ μοι κατέλιπεν χρημάτων καὶ τοῦ δίκην λαβεῖν περὶ ὧν ἀδικοῦμαι. μαρτυρεῖν γὰρ οἱ νόμοι οὐκ ἐῶσιν αὐτὸν αὑτῷ οὔτʼ ἐπὶ ταῖς γραφαῖς οὔτʼ ἐπὶ ταῖς δίκαις οὔτʼ ἐν ταῖς εὐθύναις. ὁ τοίνυν Φορμίων αὐτὸς αὑτῷ μεμαρτύρηκεν, ὁπότε φασὶν οὗτοι ἀκούσαντες ἐκείνου ταῦτα μεμαρτυρηκέναι. </p></div><div type="textpart" subtype="section" n="10"><p>ἵνα δὲ εἰδῆτε ἀκριβῶς, αὐτὸν τὸν νόμον μοι ἀνάγνωθι.</p><p rend="center"><label>ΝΟΜΟΣ.</label></p><p rend="indent"><quote type="statute">τοῖν ἀντιδίκοιν ἐπάναγκες εἶναι ἀποκρίνασθαι ἀλλήλοις τὸ ἐρωτώμενον, μαρτυρεῖν δὲ μή.</quote></p><p rend="indent">σκέψασθε τοίνυν τουτονὶ τὸν νόμον, ὃς κελεύει ὑποδίκους εἶναι τῶν ψευδομαρτυρίων καὶ κατʼ αὐτὸ τοῦτο, ὅτι μαρτυρεῖ παρὰ τὸν νόμον.</p><p rend="center"><label>ΝΟΜΟΣ.</label></p><p rend="indent"><quote type="statute">ἔστω δὲ καὶ ὑπόδικος τῶν ψευδομαρτυρίων ὁ μαρτυρήσας αὐτοῦ τούτου, ὅτι μαρτυρεῖ παρὰ τὸν νόμον· καὶ ὁ προβαλόμενος κατὰ ταὐτά.</quote></p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent">ἔτι τοίνυν κἂν ἀπὸ τοῦ γραμματείου γνοίη τις, ἐν ᾧ ἡ μαρτυρία γέγραπται, ὅτι τὰ ψευδῆ μεμαρτύρηκεν. λελευκωμένον τε γάρ ἐστιν καὶ οἴκοθεν κατεσκευασμένον. καίτοι τοὺς μὲν τὰ πεπραγμένα μαρτυροῦντας προσήκει οἴκοθεν τὰς μαρτυρίας κατεσκευασμένας μαρτυρεῖν, τοὺς δὲ τὰς προκλήσεις μαρτυροῦντας, τοὺς ἀπὸ ταὐτομάτου προσστάντας, ἐν μάλθῃ γεγραμμένην τὴν μαρτυρίαν, ἵνα, ἐάν τι προσγράψαι ἢ ἀπαλεῖψαι βουληθῇ, ῥᾴδιον ᾖ.</p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">οὐκοῦν κατὰ μὲν ταῦτα πάντα ἐξελέγχεται τὰ ψευδῆ μεμαρτυρηκὼς καὶ παρὰ τὸν νόμον· βούλομαι δʼ ὑμῖν καὶ αὐτὸ τοῦτο ἐπιδεῖξαι, ὡς οὔτε διέθετο ὁ πατὴρ ἡμῶν διαθήκην οὐδεμίαν οὔθʼ οἱ νόμοι ἐῶσιν. εἰ γάρ τις ἔροιτο ὑμᾶς, καθʼ ὁποίους νόμους δεῖ πολιτεύεσθαι ἡμᾶς, δῆλον ὅτι ἀποκρίναισθʼ ἂν κατὰ τοὺς κειμένους. ἀλλὰ μὴν οἵ γε νόμοι ἀπαγορεύουσι <q>μηδὲ νόμον ἐξεῖναι ἐπʼ ἀνδρὶ θεῖναι, ἂν μὴ τὸν αὐτὸν ἐφʼ ἅπασιν Ἀθηναίοις</q>. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>