<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg043.perseus-grc2:13-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg043.perseus-grc2:13-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg043.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="13"><p>καὶ ἐγὼ ταῦτα ὑπηρέτησα αὐτῷ, ὁ τὴν Εὐβουλίδου θυγατέρα ἔχων ἐπιδικασάμενος ὡς γένει ὢν ἐγγυτάτω, καὶ εἰσήγαγον τὸν παῖδα τουτονὶ εἰς τοὺς Ἁγνίου καὶ Εὐβουλίδου φράτερας, μεθʼ ὧν καὶ Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου, ἕως ἔζη, ἐφράτριζε καὶ αὐτὸς οὗτος.</p></div><div type="textpart" subtype="section" n="14"><p>καὶ οἱ φράτερες, ὦ ἄνδρες δικασταί, οἱ τουτουὶ Μακαρτάτου, οἱ ἄριστα εἰδότες περὶ τοῦ γένους, ὁρῶντες αὐτὸν μὲν τοῦτον οὐ ʼθέλοντα κινδυνεύειν οὐδὲ ἀπάγοντα τὸ ἱερεῖον ἀπὸ τοῦ βωμοῦ, εἰ μὴ προσηκόντως εἰσήγετο ὁ παῖς οὑτοσί, αὐτοὺς δʼ ἀξιοῦντα ἐπιορκεῖν, λαβόντες τὴν ψῆφον καομένων τῶν ἱερείων, ἀπὸ τοῦ βωμοῦ φέροντες τοῦ Διὸς τοῦ φρατρίου, παρόντος τουτουὶ Μακαρτάτου, ἐψηφίσαντο τὰ δίκαια, ὦ ἄνδρες δικασταί, ὀρθῶς καὶ προσηκόντως τὸν παῖδα τουτονὶ εἰσάγεσθαι Εὐβουλίδῃ υἱὸν εἰς τὸν οἶκον τὸν Ἁγνίου.</p></div><div type="textpart" subtype="section" n="15"><p>ψηφισαμένων δὲ ταῦτα τῶν φρατέρων τῶν τουτουὶ Μακαρτάτου, υἱὸς ὢν Εὐβουλίδου ὁ παῖς οὑτοσὶ προσεκαλέσατο Μακάρτατον τοῦ κλήρου τοῦ Ἁγνίου εἰς διαδικασίαν, καὶ ἔλαχε πρὸς τὸν ἄρχοντα, κύριον ἐπιγραψάμενος τὸν ἀδελφὸν τὸν ἑαυτοῦ· ἐμοὶ γὰρ οὐκέτι οἷόν τʼ ἦν, ὦ ἄνδρες δικασταί, κυρίῳ ἐπιγεγράφθαι, εἰσπεποιηκότι τὸν παῖδα εἰς τὸν οἶκον τὸν Εὐβουλίδου. καὶ ἡ πρόσκλησις ἐγένετο τῷ παιδὶ τουτῳὶ κατὰ τὸν νόμον, καθʼ ὅνπερ καὶ οὗτοι προσεκαλέσαντο τὴν τουτουὶ μητέρα, τὴν νενικηκυῖαν πρότερον ἐν τῷ δικαστηρίῳ καὶ ἔχουσαν τὸν κλῆρον τὸν Ἁγνίου.</p></div><div type="textpart" subtype="section" n="16"><p>καί μοι ἀνάγνωθι τὸν νόμον, καθʼ ὃν ἡ πρόσκλησίς ἐστιν παρὰ τοῦ ἔχοντος τὸν κλῆρον.</p><p rend="center"><label>ΝΟΜΟΣ.</label></p><p><quote type="statute">ἐὰν δʼ ἐπιδεδικασμένου ἀμφισβητῇ τοῦ κλήρου ἢ τῆς ἐπικλήρου, προσκαλείσθω τὸν ἐπιδεδικασμένον πρὸς τὸν ἄρχοντα, καθάπερ ἐπὶ τῶν ἄλλων δικῶν· παρακαταβολὰς δʼ εἶναι τῷ ἀμφισβητοῦντι. ἐὰν δὲ μὴ προσκαλεσάμενος ἐπιδικάσηται, ἀτελὴς ἔσται ἡ ἐπιδικασία τοῦ κλήρου. ἐὰν δὲ μὴ ζῇ ὁ ἐπιδικασάμενος τοῦ κλήρου, προσκαλείσθω κατὰ ταὐτά, ᾧ <add>ἂν</add> ἡ προθεσμία μήπω ἐξήκῃ. τὴν δʼ ἀμφισβήτησιν εἶναι τῷ ἔχοντι, καθότι ἐπεδικάσατο οὗ ἂν ἔχῃ τὰ χρήματα.</quote></p><p rend="indent">τοῦ μὲν νόμου ἀκηκόατε, δέομαι δʼ ὑμῶν δικαίαν δέησιν, ὦ ἄνδρες δικασταί.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>