<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg039.perseus-grc2:30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg039.perseus-grc2:30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg039.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="30"><p>εἶεν. εἰ δέ τίς σʼ ἔροιτο, <q>εἰπέ μοι, Βοιωτέ, πόθεν νῦν Ἀκαμαντίδος φυλῆς γέγονας καὶ τῶν δήμων Θορίκιος καὶ υἱὸς Μαντίου, καὶ τὸ μέρος τῶν ὑπʼ ἐκείνου καταλειφθέντων ἔχεις;</q> οὐδὲν ἂν ἄλλʼ ἔχοις εἰπεῖν, πλὴν ὅτι κἀμὲ ζῶν ἐποιήσατο Μαντίας. τί τεκμήριον, εἴ τίς σʼ ἔροιτο, ἢ μαρτύριόν ἐστί σοι τούτου; εἰς τοὺς φράτεράς μʼ εἰσήγαγε, φήσειας ἄν. τί οὖν σʼ ἐνέγραψεν ὄνομα, εἴ τις ἔροιτο, Βοιωτὸν ἂν εἴποις· τοῦτο γὰρ εἰσήχθης.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>