<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg033.perseus-grc2:33-34</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg033.perseus-grc2:33-34</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg033.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="33"><p>εἶθʼ ὅτι ἀπεῖπεν αὐτῷ ἄνευ τῶν συνδιαιτητῶν καθʼ αὑτοῦ μὴ ἀποφαίνεσθαι, καὶ ὅτι ἀπολομένης αὑτῷ τῆς γυναικὸς καὶ τῶν παίδων ὑπὸ τοῦ σεισμοῦ καὶ ἐπὶ τηλικαύτην συμφορὰν ἀπάραντος οἴκαδε, ὁ τὰς συνθήκας ἠφανικὼς ἐρήμην αὑτοῦ ἐν τῇ ἀποδημίᾳ κατέγνω τὴν δίαιταν, ἔστιν ὅστις ἂν ὑμῶν ταῦτα τοῦ Παρμένοντος ἀπολογουμένου τὴν οὕτω παρανόμως γνωσθεῖσαν δίαιταν κυρίαν ἔγνω εἶναι;</p></div><div type="textpart" subtype="section" n="34"><p>μὴ γὰρ ὅτι ἀμφισβητουμένων ἁπάντων, ἀλλʼ εἰ ἦσαν μὲν αἱ συνθῆκαι, ὡμολογεῖτο δὲ εἷς εἶναι ὁ διαιτητὴς Ἀριστοκλῆς, μὴ ἀπεῖπεν δὲ ὁ Παρμένων αὐτῷ καθʼ αὑτοῦ μὴ διαιτᾶν, ἀλλὰ συνέβη πρὶν τὴν ἀπόφασιν γενέσθαι τῆς διαίτης ἡ συμφορὰ τῷ ἀνθρώπῳ, τίς οὕτως ὠμός ἐστιν ἀντίδικος ἢ διαιτητὴς ὃς οὐκ ἂν ἀνεβάλετο εἰς τὸ ἐπιδημῆσαι τὸν ἄνθρωπον; εἰ δὲ ὁ Παρμένων εἰς λόγον καταστὰς πανταχοῦ δικαιότερʼ ἂν φαίνοιτο λέγων τούτου, πῶς ἂν ὀρθῶς ἐμοῦ καταγιγνώσκοιτε, ᾧ τὸ παράπαν πρὸς τὸν ἄνθρωπον τουτονὶ μηδὲν συμβόλαιόν ἐστιν;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>