<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg027.perseus-grc2:46-48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg027.perseus-grc2:46-48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="46"><p>οὗτος τοίνυν καὶ αὐτὸς πρὸς τῇ προικὶ καὶ θεραπαίνας λαβὼν καὶ τὴν οἰκίαν οἰκῶν, ἐπειδὴ δεῖ λόγον αὐτὸν δοῦναι τούτων, τὰ ἑαυτοῦ πράττειν φησίν· καὶ εἰς τοσοῦτον αἰσχροκερδίας ἦλθεν, ὥστε καὶ τοὺς διδασκάλους τοὺς μισθοὺς ἀπεστέρηκεν καὶ τῶν εἰσφορῶν ἔστιν ἃς οὐ κατέθηκεν, ἐμοὶ δὲ λογίζεται. λαβὲ δὴ καὶ ταύτας αὐτοῖς τὰς μαρτυρίας καὶ ἀνάγνωθι.</p><p rend="center"><label>ΜΑΡΤΥΡΙΑΙ.</label></p></div><div type="textpart" subtype="section" n="47"><p rend="indent">πῶς οὖν ἄν τις σαφέστερον ἐπιδείξειεν πάντα διηρπακότα καὶ μηδὲ τῶν μικρῶν ἀπεσχημένον, ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνὺς μετὰ τοσούτων μαρτύρων καὶ τεκμηρίων; τὴν μὲν προῖκα λαβεῖν ὁμολογήσαντα καὶ ἔχειν αὐτὸν πρὸς τοὺς ἐπιτρόπους ἀπογράψαντα, τὸ δʼ ἐργαστήριον κεκαρπωμένον αὐτὸν καὶ τὴν πρόσοδον οὐκ ἀποφαίνοντα.</p></div><div type="textpart" subtype="section" n="48"><p>τῶν δʼ ἄλλων τὰ μὲν πεπρακότα καὶ τὰς τιμὰς οὐκ ἀποδεδωκότα, τὰ δʼ ὡς ἑαυτὸν λαβόντα καὶ ταῦτʼ ἠφανικότα, ἔτι δὲ παρὰ τὸν λόγον ὃν αὐτὸς ἀπέδωκε τοσαῦτα κλέπτοντα, πρὸς δὲ τούτοις τὴν διαθήκην ἠφανικότα, τὰ ἀνδράποδα πεπρακότα, τἄλλʼ οὕτω πάντα διῳκηκότα, ὡς οὐδʼ ἂν οἱ ἔχθιστοι διοικήσειαν; ἐγὼ μὲν οὐκ οἶδʼ ὅπως ἄν τις σαφέστερον ἐπιδείξειεν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>