<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg025.perseus-grc2:32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg025.perseus-grc2:32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="32"><p>τί γὰρ οὗτος ὀκνήσειεν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἀνηκέστων ἢ δεινῶν, ἄνθρωπος μιαρὸς καὶ πατρικῆς ἔχθρας πρὸς τὸν δῆμον ἀνάμεστος; τίς δʼ ἂν ἄλλος μᾶλλον, ὃ μὴ γένοιτο, ἀνατρέψειεν τὴν πόλιν, εἰ λάβοιτʼ ἐξουσίας; οὐχ ὁρᾶθʼ ὅτι τῆς φύσεως αὐτοῦ καὶ πολιτείας οὐ λογισμὸς οὐδʼ αἰδὼς οὐδεμία, ἀλλʼ ἀπόνοιʼ ἡγεῖται, μᾶλλον δʼ ὅλον ἔστʼ ἀπόνοιʼ ἡ τούτου πολιτεία; ἣ μέγιστον μέν ἐστιν αὐτῷ τῷ ἔχοντι κακόν, δεινὸν δὲ καὶ χαλεπὸν πᾶσι, πόλει δʼ οὐκ ἀνεκτόν. ὁ γὰρ ἀπονενοημένος ἅπας ἑαυτὸν μὲν προεῖται καὶ τὴν ἐκ λογισμοῦ σωτηρίαν, ἐκ δὲ τοῦ παραδόξου καὶ παραλόγου, ἐὰν ἄρα σωθῇ, σῴζεται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>