<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2:93-94</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2:93-94</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="93"><p>γέγραπται γὰρ δήπου <del>ἐν τῷ νόμῳ αὐτοῦ</del>, <q>καὶ εἴ τινι τῶν ὀφειλόντων προστετίμηται δεσμοῦ ἢ καὶ τὸ λοιπὸν προστιμηθῇ, εἶναι καταστήσαντι ἐγγυητάς, ἦ μὴν ἐπὶ τῆς ἐνάτης πρυτανείας ἐκτείσειν τὸ ἀργύριον, ἀφεῖσθαι τοῦ δεσμοῦ.</q> τίς οὖν πόρος ἔσται; τίνʼ ἀποσταλήσεται τρόπον ἡ στρατιά; πῶς τὰ χρήματʼ εἰσπράξομεν, ἂν ἕκαστος ὀφλισκάνων ἐγγυητὰς καθιστῇ κατὰ τὸν τούτου νόμον, ἀλλὰ μὴ τὸ προσῆκον ποιῇ;</p></div><div type="textpart" subtype="section" n="94"><p>ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησιν <q>Τιμοκράτους νόμος ἐστὶ παρʼ ἡμῖν· ἀναμείνατʼ οὖν τὴν ἐνάτην πρυτανείαν· εἶτα τότʼ ἔξιμεν·</q> τοῦτο γὰρ λοιπόν. ἂν δʼ ὑπὲρ ὑμῶν αὐτῶν ἀμύνεσθαι δέῃ, ἆρά γʼ οἴεσθε τοὺς ἐχθροὺς τὰς τῶν παρʼ ἡμῖν πονηρῶν διαδύσεις καὶ κακουργίας ἀναμενεῖν; ἢ τὴν πόλιν, αὑτὴν ἐμποδίζοντας νόμους εἰ θήσεται καὶ τἀναντία τῶν συμφερόντων λέγοντας, δυνήσεσθαί τι ποιῆσαι τῶν δεόντων;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>