<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2:81-82</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2:81-82</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="81"><p>καίτοι τί ποτʼ ἦν διʼ ὃ προσγράψαι σαφῶς ὤκνησεν <q>τὴν δʼ ἀρχὴν τὸν ὀφλόντα φυλάττειν τέως ἂν καταστήσῃ τοὺς ἐγγυητάς</q>; πότερʼ οὐχὶ δίκαιον; εὖ οἶδʼ ὅτι πάντες ἂν φήσαιτε. ἀλλʼ ἐναντίον ἦν τινὶ τοῦτο νόμῳ; οὔκ, ἀλλὰ μόνον κατὰ τοὺς νόμους. τί ποτʼ οὖν ἦν; οὐδὲν ἂν ἄλλο τις εὕροι πλὴν ὅτι οὐχ ὅπως δώσουσι δίκην ὧν ἂν ὑμεῖς καταγνῶτʼ ἐσκόπει, ἀλλʼ ὅπως μή.</p></div><div type="textpart" subtype="section" n="82"><p rend="indent">εἶτα πῶς γέγραπται μετὰ ταῦτα; <q>καθιστάναι τοὺς ἐγγυητὰς ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν.</q> ἐνταυθὶ πάλιν τῶν ἱερῶν μὲν χρημάτων τὴν δεκαπλασίαν ὑφῄρηται, τῶν δʼ ὁσίων, ὁπόσων ἐν τῷ νόμῳ διπλασιάζεται, τὸ ἥμισυ. πῶς δὴ τοῦτο ποιεῖ; γράψας ἀντὶ μὲν τοῦ τιμήματος τὸ ἀργύριον, ἀντὶ δὲ τοῦ <q>τὸ γιγνόμενον,</q> <q>ὃ ὦφλεν.</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>