<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2:209-210</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2:209-210</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="209"><p>νῦν τοίνυν ἔχετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον, ὃς οὐχὶ λάθρα πεποίηκε τοῦτο, ἀλλὰ φενακίσας καὶ παρακρουσάμενος νόμον τέθηκεν φανερῶς ὃς οὐκ ἀνοίγνυσι τὸ δεσμωτήριον, ἀλλὰ καθαιρεῖ, προσπεριείληφε δὲ καὶ τὰ δικαστήρια. τίς γὰρ ἢ τούτων ἢ ἐκείνου χρεία, ὅταν οἷς τετίμηται δεσμοῦ λύωνται, κἂν τὸ λοιπὸν τιμήσητέ τῳ, μηδὲν ὑμῖν ᾖ πλέον;</p></div><div type="textpart" subtype="section" n="210"><p rend="indent">δεῖ τοίνυν ὑμᾶς κἀκεῖνο σκοπεῖν, ὅτι πολλοὶ τῶν Ἑλλήνων πολλάκις εἰσὶν ἐψηφισμένοι τοῖς νόμοις χρῆσθαι τοῖς ὑμετέροις, ἐφʼ ᾧ φιλοτιμεῖσθʼ ὑμεῖς, εἰκότως· ὃ γὰρ εἰπεῖν τινά φασιν ἐν ὑμῖν, ἀληθὲς εἶναί μοι δοκεῖ, ὅτι τοὺς νόμους ἅπαντες ὑπειλήφασιν, ὅσοι σωφρονοῦσι, τρόπους τῆς πόλεως. χρὴ τοίνυν σπουδάζειν ὅπως ὡς βέλτιστοι δόξουσιν εἶναι, καὶ τοὺς λυμαινομένους καὶ διαστρέφοντας αὐτοὺς κολάζειν, ὡς εἰ καταρρᾳθυμήσετε, τῆς φιλοτιμίας τε ταύτης ἀποστερήσεσθε καὶ κατὰ τῆς πόλεως δόξαν οὐ χρηστὴν ποιήσετε.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>