<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2:195-196</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2:195-196</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="195"><p>εἰ δὲ μήθʼ οὗτος μήτʼ ἄλλος μηδεὶς τοῦτο δυνήσεται δεῖξαι, εἰδέναι χρὴ σαφῶς φενακιζομένους, καὶ λογίζεσθαι πρὸς ὑμᾶς αὐτοὺς ἐκ τίνος ποτʼ ἐπῆλθε τούτῳ τοιαῦτα νομοθετεῖν. οὐ προῖκʼ, ὦ Τιμόκρατες, πόθεν; οὐδʼ ὀλίγου δεῖ, τοῦτον ἔθηκας τὸν νόμον· οὐδεμίαν γὰρ ἂν εἰπεῖν ἔχοις ἄλλην πρόφασιν διʼ ἣν τοιοῦτον ἐπήρθης εἰσενεγκεῖν νόμον, ἢ τὴν σαυτοῦ θεοῖς ἐχθρὰν αἰσχροκέρδειαν· οὔτε γὰρ συγγενὴς οὔτʼ οἰκεῖος οὔτʼ ἀναγκαῖος ἦν σοι τούτων οὐδείς.</p></div><div type="textpart" subtype="section" n="196"><p>οὐδʼ ἐκεῖνʼ ἂν ἔχοις εἰπεῖν, ὡς ἐλεήσας δεινὰ πάσχοντας ἀνθρώπους εἵλου διὰ ταῦτα βοηθεῖν αὐτοῖς· οὔτε γὰρ τὰ τούτων πολλοστῷ χρόνῳ μόλις ἄκοντας, ἐν τρισὶν ἐξελεγχθέντας δικαστηρίοις, κατατιθέναι, τοῦθʼ ἡγήσω <del>τὸ</del> δεινὰ πάσχειν εἶναι· ποιεῖν γάρ ἐστι τοῦτό γε δεινά, καὶ παροξύνειεν μᾶλλον ἄν τινα μισεῖν ἢ προτρέψειʼ ἐλεεῖν· οὔτʼ ἄλλως πρᾶος καὶ φιλάνθρωπος σύ τις τῶν ἄλλων διαφόρως ὢν ἐλεεῖς αὐτούς· </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>