<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2:165-166</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2:165-166</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="165"><p>καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, τί οἴεσθʼ ὁπότʼ ἄνθρωπος πένης ἢ καὶ πλούσιος, πολλὰ δʼ ἀνηλωκὼς καί τινʼ ἴσως τρόπον εἰκότως οὐκ εὐπορῶν ἀργυρίου, μὴ μόνον εἰς τὴν ἀγορὰν φοβοῖτʼ ἐμβαλεῖν, ἀλλὰ μηδʼ οἴκοι μένειν ἀσφαλὲς ἡγοῖτο, ὁ δὲ τούτων αἴτιος Ἀνδροτίων εἴη, ὃν οὐδʼ ὑπὲρ αὑτοῦ δίκην ἐᾷ λαβεῖν τὰ πεπραγμένα καὶ βεβιωμένα, μή τί γʼ ὑπὲρ τῆς πόλεως <del>εἰσπράττειν εἰσφοράς</del>;</p></div><div type="textpart" subtype="section" n="166"><p>καίτοι εἴ τις ἔροιτʼ αὐτὸν ἢ σέ, ὦ Τιμόκρατες, τὸν ἐπαινέτην τούτων καὶ συνεργόν, τὰς εἰσφορὰς πότερον τὰ κτήματʼ ἢ τὰ σώματʼ ὀφείλει, τὰ κτήματα φήσαιτʼ ἄν, εἴπερ ἀληθῆ λέγειν βούλοισθε· ἀπὸ γὰρ τούτων εἰσφέρομεν. τίνος οὖν ἕνεκʼ, ὦ κάκιστοι πάντων ἀνθρώπων, ἀφέντες τὸ τὰ χωρία δημεύειν καὶ τὰς οἰκίας καὶ ταῦτʼ ἀπογράφειν, ἐδεῖτε καὶ ὑβρίζετε πολίτας ἀνθρώπους καὶ τοὺς ταλαιπώρους μετοίκους, οἷς ὑβριστικώτερον ὑμεῖς ἢ τοῖς οἰκέταις τοῖς ὑμετέροις αὐτῶν ἐχρῆσθε;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>