<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2:125-126</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2:125-126</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="125"><p rend="indent">ἀλλὰ νὴ Δίʼ αἰσχρὸν ἴσως ἦν Ἀνδροτίωνα δεθῆναι ἢ Γλαυκέτην ἢ Μελάνωπον. οὐ μὰ τὸν Δίʼ, ὦ ἄνδρες δικασταί, ἀλλὰ πολὺ αἴσχιον τὴν πόλιν ἀδικουμένην καὶ ὑβριζομένην μὴ λαβεῖν δίκην καὶ ὑπὲρ τῆς θεοῦ καὶ ὑπὲρ αὑτῆς. ἐπεὶ Ἀνδροτίωνί γε πότερʼ οὐ πατρῷον τὸ δεδέσθαι; ἀλλʼ αὐτοὶ ἴστε πολλὰς πεντετηρίδας ἐν τῷ δεσμωτηρίῳ διατρίψαντα τὸν πατέρʼ αὐτοῦ, καὶ ἀποδράντα, ἀλλʼ οὐκ ἀφεθέντα.</p></div><div type="textpart" subtype="section" n="126"><p>ἀλλὰ διὰ τὰ ἐπιτηδεύματα τὰ ἐν τῇ ἡλικίᾳ; ἀλλὰ καὶ διὰ ταῦτα δεδέσθαι αὐτῷ οὐχ ἧττον προσήκει ἢ διʼ ἅπερ ὑφείλετο. ἢ ὅτι εἰσῄει εἰς τὴν ἀγορὰν οὐκ ἐξὸν αὐτῷ, καὶ ἐκ ταύτης τοὺς σωφρόνως βεβιωκότας αὐτὸς ἦγεν εἰς τὸ δεσμωτήριον; ἀλλὰ Μελάνωπος δεινὸν νὴ Δίʼ ἐστὶν εἰ δεθήσεσθαι νῦν ἔμελλεν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>