<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg019.perseus-grc2:300-301</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg019.perseus-grc2:300-301</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="300"><p>ἔτι τοίνυν κἂν ἀπʼ ἀνθρωπίνου λογισμοῦ τοῦτʼ ἴδοι τις, ὅτι πάντων ἐχθρότατον καὶ φοβερώτατον τὸ τὸν προεστηκότʼ ἐᾶν οἰκεῖον γίγνεσθαι τοῖς μὴ τῶν αὐτῶν ἐπιθυμοῦσι τῷ δήμῳ. τίσι γὰρ τῶν πραγμάτων ἐγκρατὴς γέγονεν Φίλιππος ἁπάντων, καὶ τίσιν τὰ μέγιστα κατείργασται τῶν πεπραγμένων, σκέψασθε. τῷ παρὰ τῶν πωλούντων τὰς πράξεις ὠνεῖσθαι, τῷ τοὺς προεστηκότας ἐν ταῖς πόλεσιν διαφθείρειν καὶ ἐπαίρειν, τούτοις.</p></div><div type="textpart" subtype="section" n="301"><p>ταῦτα τοίνυν ἐφʼ ὑμῖν ἐστιν ἀμφότερα, ἐὰν βούλησθε, ἀχρεῖα ποιῆσαι τήμερον, ἂν τῶν μὲν μὴ ʼθέλητʼ ἀκούειν τοῖς τοιούτοις συνηγορούντων, ἀλλʼ ἐπιδείξητʼ ἀκύρους ὄντας ὑμῶν (νῦν γάρ φασιν εἶναι κύριοι), τὸν δὲ πεπρακόθʼ ἑαυτὸν κολάσητε, καὶ τοῦθʼ ἅπαντες ἴδωσιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>