<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg019.perseus-grc2:206-207</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg019.perseus-grc2:206-207</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="206"><p>τίνα τῶν ἐν τῇ πόλει φήσαιτʼ ἂν βδελυρώτατον εἶναι καὶ πλείστης ἀναιδείας καὶ ὀλιγωρίας μεστόν; οὐδεὶς οὐδʼ ἂν ἁμαρτὼν ὑμῶν ἄλλον εὖ οἶδʼ ὅτι φήσειεν ἢ Φιλοκράτην. τίνα δὲ φθέγγεσθαι μέγιστον ἁπάντων καὶ σαφέστατʼ ἂν εἰπεῖν ὅ τι βούλοιτο τῇ φωνῇ; Αἰσχίνην οἶδʼ ὅτι τουτονί. τίνα δʼ οὗτοι μὲν ἄτολμον καὶ δειλὸν πρὸς τοὺς ὄχλους φασὶν εἶναι, ἐγὼ δʼ εὐλαβῆ; ἐμέ· οὐδὲν γὰρ πώποτʼ οὔτʼ ἠνώχλησα οὔτε μὴ βουλομένους ὑμᾶς βεβίασμαι.</p></div><div type="textpart" subtype="section" n="207"><p>οὐκοῦν ἐν πάσαις ταῖς ἐκκλησίαις, ὁσάκις λόγος γέγονεν περὶ τούτων, καὶ κατηγοροῦντος ἀκούετέ μου καὶ ἐλέγχοντος ἀεὶ τούτους καὶ λέγοντος ἄντικρυς ὅτι χρήματʼ εἰλήφασι καὶ πάντα πεπράκασι τὰ πράγματα τῆς πόλεως. καὶ τούτων οὐδεὶς πώποτʼ ἀκούων ταῦτʼ ἀντεῖπεν οὐδὲ διῆρε τὸ στόμα, οὐδʼ ἔδειξεν ἑαυτόν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>