<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg019.perseus-grc2:190-191</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg019.perseus-grc2:190-191</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="190"><p>ἐγὼ δʼ οἶδʼ ὅτι πάντες οἱ πρυτάνεις θύουσιν ἑκάστοτε κοινῇ καὶ συνδειπνοῦσιν ἀλλήλοις καὶ συσπένδουσιν· καὶ οὐ διὰ ταῦθʼ οἱ χρηστοὶ τοὺς πονηροὺς μιμοῦνται, ἀλλʼ ἐὰν ἀδικοῦντα λάβωσί τινʼ αὑτῶν, τῇ βουλῇ καὶ τῷ δήμῳ δηλοῦσιν. ἡ βουλὴ ταὐτὰ ταῦτα, εἰσιτητήριʼ ἔθυσε, συνειστιάθη, σπονδῶν, ἱερῶν ἐκοινώνησεν· οἱ στρατηγοί, σχεδὸν ὡς εἰπεῖν αἱ ἀρχαὶ πᾶσαι. ἆρʼ οὖν διὰ ταῦτα τοῖς ἀδικοῦσιν ἑαυτῶν ἔδωκαν ἄδειαν; πολλοῦ γε καὶ δεῖ.</p></div><div type="textpart" subtype="section" n="191"><p>λέων Τιμαγόρου κατηγόρει συμπεπρεσβευκὼς τέτταρʼ ἔτη, Εὔβουλος Θάρρηκος καὶ Σμικύθου συσσεσιτηκώς, Κόνων ὁ παλαιὸς ἐκεῖνος Ἀδειμάντου συστρατηγήσας. πότερʼ οὖν τοὺς ἅλας παρέβαινον καὶ τὰς σπονδάς, Αἰσχίνη, οἱ προδιδόντες καὶ οἱ παραπρεσβεύοντες καὶ οἱ δωροδοκοῦντες, ἢ οἱ κατηγοροῦντες; οἱ ἀδικοῦντες δηλονότι τὰς ὅλης γε τῆς πατρίδος σπονδάς, ὥσπερ σύ, οὐ μόνον τὰς ἰδίας.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>