<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg016.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg016.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent">ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ οἱ τοῖς Ἀρκάσι καὶ οἱ
					τοῖς Λακεδαιμονίοις συνειρηκότες· ὥσπερ γὰρ ἀφʼ ἑκατέρων ἥκοντες, οὐχ ὑμῶν ὄντες
						<del>πολῖται</del>, πρὸς οὓς ἀμφότεροι πρεσβεύουσι, κατηγοροῦσι καὶ
					διαβάλλουσιν ἀλλήλους. ἦν δὲ τοῦτο μὲν τῶν ἀφιγμένων ἔργον, τὸ δὲ κοινῶς ὑπὲρ
					τῶν πραγμάτων λέγειν καὶ τὰ βέλτισθʼ ὑπὲρ ὑμῶν σκοπεῖν ἄνευ φιλονικίας τῶν
					ἐνθάδε συμβουλεύειν ἀξιούντων.</p></div><div type="textpart" subtype="section" n="2"><p>νῦν δʼ ἔγωγε, εἴ τις αὐτῶν ἀφέλοι τὸ γιγνώσκεσθαι καὶ τὸ τῇ φωνῇ λέγειν
					Ἀττικιστί, πολλοὺς ἂν οἶμαι τοὺς μὲν Ἀρκάδας, τοὺς δὲ Λάκωνας αὐτῶν εἶναι
					νομίσαι. ἐγὼ δʼ ὁρῶ μὲν ὡς χαλεπὸν τὰ βέλτιστα λέγειν ἐστί· συνεξηπατημένων γὰρ
					ὑμῶν, καὶ τῶν μὲν ταυτί, τῶν δὲ ταυτὶ βουλομένων, ἂν τὰ μεταξύ τις ἐγχειρῇ
					λέγειν κᾆθʼ ὑμεῖς μὴ περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, διαβεβλήσεται
					δὲ πρὸς ἀμφοτέρους· </p></div><div type="textpart" subtype="section" n="3"><p>οὐ μὴν ἀλλʼ αἱρήσομαι μᾶλλον αὐτός, ἂν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν, ἢ παρʼ ἃ
					βέλτιστα νομίζω τῇ πόλει, προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆσαι. τὰ μὲν οὖν ἄλλʼ
					ὕστερον, ἂν ὑμῖν βουλομένοις ᾖ, λέξω· ἀπὸ δὲ τῶν ὁμολογουμένων ὑφʼ ἁπάντων
					ἄρξομαι, ἃ κράτιστα νομίζω διδάσκειν.</p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">οὐκοῦν οὐδʼ ἂν εἷς ἀντείποι ὡς οὐ συμφέρει τῇ πόλει καὶ Λακεδαιμονίους ἀσθενεῖς
					εἶναι καὶ Θηβαίους τουτουσί. ἔστι τοίνυν ἔν τινι τοιούτῳ καιρῷ τὰ πράγματα νῦν,
					εἴ τι δεῖ τοῖς εἰρημένοις πολλάκις παρʼ ὑμῖν λόγοις τεκμήρασθαι, ὥστε Θηβαίους
					μὲν Ὀρχομενοῦ καὶ Θεσπιῶν καὶ Πλαταιῶν οἰκισθεισῶν ἀσθενεῖς γενέσθαι,
					Λακεδαιμονίους δʼ, εἰ ποιήσονται τὴν Ἀρκαδίαν ὑφʼ ἑαυτοῖς καὶ Μεγάλην πόλιν
					ἀναιρήσουσι, πάλιν ἰσχυροὺς γενήσεσθαι.</p></div><div type="textpart" subtype="section" n="5"><p>σκεπτέον τοίνυν μὴ πρότερον τούσδε γενέσθαι φοβεροὺς καὶ μεγάλους ἐάσωμεν ἢ
					ʼκεῖνοι μικροὶ γεγενήσονται, καὶ λάθωσιν ἡμᾶς πλείονι μείζους οἱ Λακεδαιμόνιοι
					γενόμενοι ἢ ὅσῳ τοὺς Θηβαίους ἐλάττους συμφέρει γενέσθαι. οὐ γὰρ ἐκεῖνό γʼ ἂν
					εἴποιμεν, ὡς ἀνταλλάξασθαι βουλοίμεθʼ <add>ἂν</add> ἀντιπάλους Λακεδαιμονίους
					ἀντὶ Θηβαίων, οὐδὲ τοῦτʼ ἔσθʼ ὃ σπουδάζομεν, ἀλλʼ ὅπως μηδέτεροι δυνήσονται
					μηδὲν ἡμᾶς ἀδικεῖν· οὕτω γὰρ ἂν ἡμεῖς μετὰ πλείστης ἀδείας εἴημεν.</p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">ἀλλὰ νὴ Δία ταῦτα μὲν οὕτως δεῖν ἔχειν φήσομεν, δεινὸν δʼ εἰ, πρὸς οὓς
					παρεταττόμεθʼ ἐν Μαντινείᾳ, τούτους συμμάχους αἱρησόμεθα, εἶτα βοηθήσομεν
					τούτοις ἐναντίʼ ἐκείνοις μεθʼ ὧν τότʼ ἐκινδυνεύομεν. κἀμοὶ ταῦτα δοκεῖ,
					προσδεῖσθαι δʼ ἔτι τοῦ <q>τὰ δίκαια ποιεῖν ἐθελόντων τῶν ἑτέρων.</q>
				</p></div><div type="textpart" subtype="section" n="7"><p>εἰ μὲν τοίνυν ἐθελήσουσιν εἰρήνην ἅπαντες ἄγειν, οὐ βοηθήσομεν τοῖς
					Μεγαλοπολίταις· οὐδὲν γὰρ δεήσει· ὥστʼ οὐδʼ ὁτιοῦν ὑπεναντίον ἡμῖν ἔσται πρὸς
					τοὺς συμπαραταξαμένους, σύμμαχοι δʼ ἡμῖν οἱ μὲν ὑπάρχουσιν, ὥς φασιν, οἱ δὲ
					προσγενήσονται νυνί.</p></div><div type="textpart" subtype="section" n="8"><p>καὶ τί ἂν ἄλλο βουλοίμεθα; ἐὰν δʼ ἀδικῶσι καὶ πολεμεῖν οἴωνται δεῖν, εἰ μὲν ὑπὲρ
					τούτου μόνον βουλευτέον, εἰ χρὴ Μεγάλην πόλιν ἡμᾶς προέσθαι Λακεδαιμονίοις ἢ μή,
					δίκαιον μὲν οὔ, συγχωρῶ δʼ ἔγωγʼ ἐᾶσαι καὶ μηδὲν ἐναντιωθῆναι τοῖς γε τῶν αὐτῶν
					μετασχοῦσι κινδύνων· εἰ δʼ ἅπαντες ἐπίστασθʼ ὅτι, ταύτην ἂν ἕλωσιν, ἴασʼ ἐπὶ
					Μεσσήνην, φρασάτω τις ἐμοὶ τῶν νῦν χαλεπῶν τοῖς Μεγαλοπολίταις, τί τόθʼ ἡμῖν
					συμβουλεύσει ποιεῖν.</p></div><div type="textpart" subtype="section" n="9"><p>ἀλλʼ οὐδεὶς ἐρεῖ. καὶ μὴν πάντες ἐπίστασθʼ ὡς, καὶ παραινούντων τούτων καὶ μή,
					βοηθητέον, καὶ διὰ τοὺς ὅρκους οὓς ὀμωμόκαμεν Μεσσηνίοις, καὶ διὰ τὸ συμφέρον
					εἶναι κατοικεῖσθαι ταύτην τὴν πόλιν. σκοπεῖσθε δὴ πρὸς ὑμᾶς αὐτοὺς ποτέραν τὴν
					ἀρχὴν καλλίονα καὶ φιλανθρωποτέραν ποιήσεσθε τοῦ μὴ ʼπιτρέπειν ἀδικεῖν
					Λακεδαιμονίοις, τὴν ὑπὲρ Μεγάλης πόλεως ἢ τὴν ὑπὲρ Μεσσήνης.</p></div><div type="textpart" subtype="section" n="10"><p>νῦν μέν γε βοηθεῖν δόξετʼ Ἀρκάσι, καὶ τὴν εἰρήνην σπουδάζειν εἶναι βεβαίαν, ὑπὲρ
					ἧς ἐκινδυνεύσατε καὶ παρετάξασθε· τότε δʼ εὔδηλοι πᾶσιν ἔσεσθε οὐ τοῦ δικαίου
					μᾶλλον εἵνεκα Μεσσήνην εἶναι βουλόμενοι ἢ τοῦ πρὸς Λακεδαιμονίους φόβου. δεῖ δὲ
					σκοπεῖν μὲν καὶ πράττειν ἀεὶ τὰ δίκαια, συμπαρατηρεῖν δʼ ὅπως ἅμα καὶ συμφέροντʼ
					ἔσται ταῦτα.</p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent">ἔστι τοίνυν τοιοῦτός τις λόγος παρὰ τῶν ἀντιλεγόντων, ὡς κομίσασθαι τὸν Ὠρωπὸν
					ἡμᾶς ἐγχειρεῖν δεῖ, εἰ δὲ τοὺς βοηθήσαντας ἂν ἡμῖν νῦν ἐπʼ αὐτὸν ἐχθροὺς
					κτησόμεθα, οὐχ ἕξομεν συμμάχους. ἐγὼ δὲ τὸ μὲν κομίσασθαι Ὠρωπὸν πειρᾶσθαι δεῖν
					φημι καὶ αὐτός· τὸ δʼ ἐχθροὺς ἡμῖν Λακεδαιμονίους ἔσεσθαι νῦν, ἐὰν ποιώμεθα
					συμμάχους Ἀρκάδων τοὺς βουλομένους ἡμῖν εἶναι φίλους, μόνοις οὐδʼ εἰπεῖν ἐξεῖναι
					νομίζω τοῖς πείσασιν ὑμᾶς, ὅτʼ ἐκινδύνευον Λακεδαιμόνιοι, βοηθεῖν.</p></div><div type="textpart" subtype="section" n="12"><p>οὐ γὰρ ταῦτα λέγοντες ἔπεισαν ὑμᾶς, πάντων Πελοποννησίων ἐλθόντων ὡς ὑμᾶς καὶ
					μεθʼ ὑμῶν ἀξιούντων ἐπὶ τοὺς Λακεδαιμονίους ἰέναι, τοὺς μὲν μὴ προσδέξασθαι (καὶ
					διὰ τοῦθʼ, ὅπερ ἦν ὑπόλοιπον αὐτοῖς, ἐπὶ Θηβαίους ἦλθον), ὑπὲρ δὲ τῆς
					Λακεδαιμονίων σωτηρίας καὶ χρήματʼ εἰσφέρειν καὶ τοῖς σώμασι κινδυνεύειν· οὐδʼ
					ἂν ὑμεῖς ἠθελήσατε δήπου σῴζειν αὐτούς, εἰ τοῦτο προὔλεγον ὑμῖν, ὅτι σωθέντες,
					ἐὰν μὴ ποιεῖν ὅ τι βούλονται πάλιν αὐτοὺς ἐᾶτε καὶ ἀδικεῖν, οὐδεμίαν ὑμῖν χάριν
					ἕξουσι τῆς σωτηρίας.</p></div><div type="textpart" subtype="section" n="13"><p>καὶ μὴν εἰ σφόδρʼ ἐναντίον ἐστὶ τοῖς Λακεδαιμονίων ἐπιχειρήμασιν τὸ τοὺς Ἀρκάδας
					ἡμᾶς συμμάχους ποιήσασθαι, προσήκει δήπου πλείω χάριν αὐτοὺς ἔχειν ὧν ἐσώθησαν
					ὑφʼ ἡμῶν εἰς τοὺς ἐσχάτους ἐλθόντες κινδύνους ἢ ὧν ἀδικεῖν κωλύονται νῦν
					ὀργίζεσθαι. ὥστε πῶς οὐ βοηθήσουσιν ἡμῖν ἐπʼ Ὠρωπόν, ἢ κάκιστοι πάντων ἀνθρώπων
					δόξουσιν εἶναι; μὰ τοὺς θεοὺς ἔγωγʼ οὐχ ὁρῶ.</p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent">θαυμάζω τοίνυν καὶ τῶν λεγόντων τοῦτον τὸν λόγον, ὡς εἰ συμμάχους ποιησόμεθʼ
					Ἀρκάδας καὶ ταῦτα πράξομεν, μεταβάλλεσθαι δόξει καὶ οὐδὲν ἔχειν πιστὸν ἡ πόλις.
					ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι. διὰ τί; ὅτι τῶν πάντων οὐδένʼ
					ἂν ἀντειπεῖν οἴομαι ὡς οὐ καὶ Λακεδαιμονίους καὶ πρότερον Θηβαίους καὶ τὸ
					τελευταῖον Εὐβοέας ἔσωσεν ἡ πόλις, καὶ μετὰ ταῦτα συμμάχους ἐποιήσατο, ἕν τι καὶ
					ταὔτʼ ἀεὶ βουλομένη πράττειν.</p></div><div type="textpart" subtype="section" n="15"><p>ἔστι δὲ τοῦτο τί; τοὺς ἀδικουμένους σῴζειν. εἰ τοίνυν ταῦθʼ οὕτως ἔχει, οὐκέτʼ ἂν
					ἡμεῖς εἴημεν οἱ μεταβαλλόμενοι, ἀλλʼ οἱ μὴ ʼθέλοντες τοῖς δικαίοις ἐμμένειν, καὶ
					φανήσεται τὰ πράγματʼ ἀεὶ διὰ τοὺς πλεονεκτεῖν βουλομένους μεταβαλλόμενα, οὐχ ἡ
					πόλις ἡμῶν.</p></div><div type="textpart" subtype="section" n="16"><p rend="indent">δοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον ἀνθρώπων ποιεῖν. νῦν γάρ φασιν
					ἐκεῖνοι δεῖν Ἠλείους μὲν τῆς Τριφυλίας τινὰ κομίσασθαι, Φλειασίους δὲ τὸ
					Τρικάρανον, ἄλλους δέ τινας τῶν Ἀρκάδων τὴν αὑτῶν, καὶ τὸν Ὠρωπὸν ἡμᾶς, οὐχ ἵνʼ
					ἑκάστους ἡμῶν ἴδωσιν ἔχοντας τὰ αὑτῶν, οὐδʼ ὀλίγου δεῖ· </p></div><div type="textpart" subtype="section" n="17"><p>ὀψὲ γὰρ ἂν φιλάνθρωποι γεγονότες εἶεν· ἀλλʼ ἵνα πᾶσι δοκῶσι συμπράττειν ὅπως
					ἕκαστοι κομίσωνται ταῦθʼ ἅ φασιν αὑτῶν εἶναι, ἐπειδὰν δʼ ἴωσʼ ἐπὶ Μεσσήνην
					αὐτοί, συστρατεύωνται πάντες αὐτοῖς οὗτοι καὶ βοηθῶσι προθύμως, ἢ δοκῶσʼ
					ἀδικεῖν, περὶ ὧν ἔφασαν ἕκαστοι σφῶν αὐτῶν εἶναι συμψήφους λαβόντες ἐκείνους, μὴ
					τὴν ὁμοίαν αὐτοῖς <del>χάριν</del> ἀποδιδόντες.</p></div><div type="textpart" subtype="section" n="18"><p>ἐγὼ δὲ νομίζω τὴν πόλιν, πρῶτον μὲν καὶ χωρὶς τοῦ καθυφεῖναι Λακεδαιμονίοις τινὰς
					Ἀρκάδων, Ὠρωπὸν ἂν κομίσασθαι, καὶ μετʼ ἐκείνων, ἂν τὰ δίκαια ποιεῖν ἐθέλωσι,
					καὶ μετὰ τῶν ἄλλων τῶν οὐκ οἰομένων δεῖν Θηβαίους ἐᾶν ἔχειν τἀλλότρια. εἰ δʼ ἄρα
					τοῦτʼ εὔδηλον ἡμῖν γένοιτο, ὅτι μὴ Λακεδαιμονίους ἐῶντες τὴν Πελοπόννησον
					καταστρέψασθαι οὐχ οἷοί τʼ ἐσόμεθʼ Ὠρωπὸν λαβεῖν, αἱρετώτερον, εἰ οἷόν τʼ
					εἰπεῖν, ἡγοῦμαι τὸν Ὠρωπὸν ἐᾶν ἢ Λακεδαιμονίοις Μεσσήνην προέσθαι καὶ
					Πελοπόννησον. οὐ γὰρ ἂν ἡγοῦμαι περὶ τούτου μόνον ἡμῖν εἶναι τὸν λόγον πρὸς
					ἐκείνους, ἀλλʼ—ἐάσω τό γʼ ἐπελθὸν εἰπεῖν μοι· περὶ πολλῶν δʼ ἂν οἶμαι κίνδυνον
					ἡμῖν γενέσθαι.</p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent">ἀλλὰ μὴν ἅ γέ φασιν πεπρᾶχθαι διὰ Θηβαίους τοῖς Μεγαλοπολίταις ὑπεναντία πρὸς
					ἡμᾶς, ἄτοπον νῦν <del>μὲν</del> ἐν κατηγορίας μέρει ποιεῖσθαι, βουλομένων δὲ
					γενέσθαι φίλων αὐτῶν, ἵνα τοὐναντίον εὖ ποιῶσιν ἡμᾶς, βασκαίνειν καὶ σκοπεῖν ἐξ
					ὅτου τρόπου μὴ γενήσονται, καὶ μὴ γιγνώσκειν ὅτι, ὅσῳ ἂν σπουδαιοτέρους τούτους
					περὶ Θηβαίους γεγενημένους ἀποδείξωσι, τοσούτῳ πλείονος ὀργῆς αὐτοὶ δικαίως ἂν
					τυγχάνοιεν, εἰ τοιούτων συμμάχων τὴν πόλιν, ὅτʼ ἐφʼ ὑμᾶς προτέρους ἦλθον ἢ
					Θηβαίους, ἀπεστέρησαν.</p></div><div type="textpart" subtype="section" n="20"><p>ἀλλʼ, οἶμαι, ταῦτα μέν ἐστι δεύτερον ἀνθρώπων βουλομένων ἑτέρων ποιῆσαι τούτους
					συμμάχους. ἐγὼ δʼ οἶδα, ὅσʼ ἂν ἐκ λογισμοῦ σκοπῶν τις εἰκάσαι, καὶ τοὺς πολλοὺς
					οἶμαι ὑμῶν ἐμοὶ ταὐτὰ φήσειν, ὅτι εἰ λήψονται Μεγάλην πόλιν Λακεδαιμόνιοι,
					κινδυνεύσει Μεσσήνη· εἰ δὲ καὶ ταύτην λήψονται, φήμʼ ἡμᾶς ἔσεσθαι συμμάχους
					Θηβαίων.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>