<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg010.perseus-grc2:29-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg010.perseus-grc2:29-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="29"><p>ὑμεῖς τοίνυν οὐκ ἀκούειν, πρὶν ἂν ὥσπερ νῦν αὐτὰ παρῇ τὰ πράγματα, οὐχὶ
					βουλεύεσθαι περὶ οὐδενὸς εἰώθατʼ ἐφʼ ἡσυχίας, ἀλλʼ ὅταν μὲν ἐκεῖνος
					παρασκευάζηται, ἀμελήσαντες τοῦ ποιεῖν ταὐτὸ καὶ ἀντιπαρασκευάζεσθαι ῥᾳθυμεῖτε,
					καὶ ἄν τι λέγῃ τις, ἐκβάλλετε, ἐπειδὰν δʼ ἀπολωλὸς ἢ πολιορκούμενόν τι πύθησθε,
					ἀκροᾶσθε καὶ παρασκευάζεσθε·</p></div><div type="textpart" subtype="section" n="30"><p>ἦν δʼ ἀκηκοέναι μὲν καὶ βεβουλεῦσθαι τότε καιρός, ὅθʼ ὑμεῖς οὐκ ἠθέλετε, πράττειν
					δὲ καὶ χρῆσθαι τοῖς παρεσκευασμένοις νῦν, ἡνίκʼ ἀκούετε. τοιγαροῦν ἐκ τῶν
					τοιούτων ἐθῶν μόνοι τῶν πάντων ἀνθρώπων ὑμεῖς τοῖς ἄλλοις τοὐναντίον ποιεῖτε· οἱ
					μὲν γὰρ ἄλλοι πρὸ τῶν πραγμάτων εἰώθασι χρῆσθαι τῷ βουλεύεσθαι, ὑμεῖς δὲ μετὰ τὰ
					πράγματα.</p></div><div type="textpart" subtype="section" n="31"><p rend="indent">ὃ δὴ λοιπόν ἐστι, καὶ πάλαι μὲν ἔδει, διαφεύγει δʼ οὐδὲ νῦν, τοῦτʼ ἐρῶ. οὐδενὸς
					τῶν πάντων οὕτως ὡς χρημάτων δεῖ τῇ πόλει πρὸς τὰ νῦν ἐπιόντα πράγματα.
					συμβέβηκε δʼ εὐτυχήματʼ ἀπὸ ταὐτομάτου, οἷς ἂν χρησώμεθʼ ὀρθῶς, ἴσως ἂν γένοιτο
					τὰ δέοντα. πρῶτον μὲν γὰρ οἷς βασιλεὺς πιστεύει καὶ εὐεργέτας ὑπείληφεν ἑαυτοῦ,
					οὗτοι μισοῦσι καὶ πολεμοῦσι Φίλιππον.</p></div><div type="textpart" subtype="section" n="32"><p>ἔπειθʼ ὁ πράττων καὶ συνειδὼς ἅπανθʼ ἃ Φιλλιππος κατὰ βασιλέως παρασκευάζεται,
					οὗτος ἀνάσπαστος γέγονε, καὶ πάσας τὰς πράξεις βασιλεὺς οὐχ ἡμῶν κατηγορούντων
					ἀκούσεται, οὓς ὑπὲρ τοῦ συμφέροντος ἂν ἡγήσαιτο τοῦ ἰδίου λέγειν, ἀλλὰ τοῦ
					πράξαντος αὐτοῦ καὶ διοικοῦντος, ὥστʼ εἶναι πιστάς, καὶ λοιπὸν λόγον εἶναι τοῖς
					παρʼ ὑμῶν πρέσβεσιν, ὃν βασιλεὺς ἥδιστʼ ἂν ἀκούσαι, </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>