<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg008.perseus-grc2:53-54</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg008.perseus-grc2:53-54</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="53"><p>ἐκ δὲ τούτων περιγίγνεται, ὑμῖν μὲν ἡ σχολὴ καὶ τὸ μηδὲν ἤδη ποιεῖν, ἃ δέδοιχʼ ὅπως μήποθʼ ἡγήσεσθʼ ἐπὶ πολλῷ γεγενῆσθαι, τούτοις δʼ αἱ χάριτες καὶ ὁ μισθὸς ὁ τούτων. ἐγὼ δʼ οἴομαι τὴν μὲν εἰρήνην ἄγειν οὐχ ὑμᾶς δεῖν πείθειν, οἳ πεπεισμένοι κάθησθε, ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράττοντα· ἂν γὰρ ἐκεῖνος πεισθῇ, τά γʼ ἀφʼ ὑμῶν ὑπάρχει·</p></div><div type="textpart" subtype="section" n="54"><p>νομίζειν δʼ εἶναι χαλεπὰ οὐχ ὅσʼ ἂν εἰς σωτηρίαν δαπανῶμεν, ἀλλʼ ἃ πεισόμεθα, ἂν ταῦτα μὴ ʼθέλωμεν ποιεῖν· καὶ τὸ <q>διαρπασθήσεται τὰ χρήματα</q> τῷ φυλακὴν εἰπεῖν διʼ ἧς σωθήσεται κωλύειν, οὐχὶ τῷ τοῦ συμφέροντος ἀφεστάναι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>