<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg004.perseus-grc2:14-15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg004.perseus-grc2:14-15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="14"><p>ἐπειδὰν ἅπαντʼ ἀκούσητε κρίνατε, μὴ πρότερον προλαμβάνετε·  μηδʼ ἂν ἐξ ἀρχῆς δοκῶ τινι καινὴν παρασκευὴν λέγειν, ἀναβάλλειν με τὰ πράγμαθʼ ἡγείσθω. οὐ γὰρ οἱ <q>ταχὺ</q> καὶ <q>τήμερον</q> εἰπόντες μάλιστʼ εἰς δέον λέγουσιν (οὐ γὰρ ἂν τά γʼ ἤδη γεγενημένα τῇ νυνὶ βοηθείᾳ κωλῦσαι δυνηθεῖμεν), </p></div><div type="textpart" subtype="section" n="15"><p>ἀλλʼ ὃς ἂν δείξῃ τίς πορισθεῖσα παρασκευὴ καὶ πόση καὶ πόθεν διαμεῖναι δυνήσεται, ἕως ἂν ἢ διαλυσώμεθα πεισθέντες τὸν πόλεμον ἢ περιγενώμεθα τῶν ἐχθρῶν·  οὕτω γὰρ οὐκέτι τοῦ λοιποῦ πάσχοιμεν ἂν κακῶς. οἶμαι τοίνυν ἐγὼ ταῦτα λέγειν ἔχειν, μὴ κωλύων εἴ τις ἄλλος ἐπαγγέλλεταί τι. ἡ μὲν οὖν ὑπόσχεσις οὕτω μεγάλη, τὸ δὲ πρᾶγμʼ ἤδη τὸν ἔλεγχον δώσει·  κριταὶ δʼ ὑμεῖς ἔσεσθε.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>