<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0014.tlg003.perseus-grc2:25-28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0014.tlg003.perseus-grc2:25-28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="25"><p>ἐπὶ μὲν δὴ τῶν Ἑλληνικῶν ἦσαν τοιοῦτοι· ἐν δὲ τοῖς κατὰ τὴν πόλιν αὐτὴν θεάσασθʼ ὁποῖοι, ἔν τε τοῖς κοινοῖς κἀν τοῖς ἰδίοις. δημοσίᾳ μὲν τοίνυν οἰκοδομήματα καὶ κάλλη τοιαῦτα καὶ τοσαῦτα κατεσκεύασαν ἡμῖν ἱερῶν καὶ τῶν ἐν τούτοις ἀναθημάτων, ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι· ἰδίᾳ δʼ οὕτω σώφρονες ἦσαν καὶ σφόδρʼ ἐν τῷ τῆς πολιτείας ἤθει μένοντες, </p></div><div type="textpart" subtype="section" n="26"><p>ὥστε τὴν Ἀριστείδου καὶ τὴν Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν εἴ τις ἄρʼ οἶδεν ὑμῶν ὁποία ποτʼ ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν· οὐ γὰρ εἰς περιουσίαν ἐπράττετʼ αὐτοῖς τὰ τῆς πόλεως, ἀλλὰ τὸ κοινὸν αὔξειν ἕκαστος ᾤετο δεῖν. ἐκ δὲ τοῦ τὰ μὲν Ἑλληνικὰ πιστῶς, τὰ δὲ πρὸς τοὺς θεοὺς εὐσεβῶς, τὰ δʼ ἐν αὑτοῖς ἴσως διοικεῖν μεγάλην εἰκότως ἐκτήσαντʼ εὐδαιμονίαν.</p></div><div type="textpart" subtype="section" n="27"><p>τότε μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε τὰ πράγματʼ ἐκείνοις, χρωμένοις οἷς εἶπον προστάταις· νυνὶ δὲ πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματʼ ἔχει; ἆρά γʼ ὁμοίως ἢ παραπλησίως; οἷς —τὰ μὲν ἄλλα σιωπῶ, πόλλʼ ἂν ἔχων εἰπεῖν, ἀλλʼ ὅσης ἅπαντες ὁρᾶτʼ ἐρημίας ἐπειλημμένοι, <del>καὶ</del> Λακεδαιμονίων μὲν ἀπολωλότων, Θηβαίων δʼ ἀσχόλων ὄντων, τῶν δʼ ἄλλων οὐδενὸς ὄντος ἀξιόχρεω περὶ τῶν πρωτείων ἡμῖν ἀντιτάξασθαι, ἐξὸν δʼ ἡμῖν καὶ τὰ ἡμέτερʼ αὐτῶν ἀσφαλῶς ἔχειν καὶ τὰ τῶν ἄλλων δίκαια βραβεύειν, </p></div><div type="textpart" subtype="section" n="28"><p>ἀπεστερήμεθα μὲν χώρας οἰκείας, πλείω δʼ ἢ χίλια καὶ πεντακόσια τάλαντʼ ἀνηλώκαμεν εἰς οὐδὲν δέον, οὓς δʼ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, εἰρήνης οὔσης ἀπολωλέκασιν οὗτοι, ἐχθρὸν δʼ ἐφʼ ἡμᾶς αὐτοὺς τηλικοῦτον ἠσκήκαμεν. ἢ φρασάτω τις ἐμοὶ παρελθών, πόθεν ἄλλοθεν ἰσχυρὸς γέγονεν ἢ παρʼ ἡμῶν αὐτῶν Φίλιππος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>