<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg032.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι, </l><l n="2">ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς· </l><l n="3">ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος </l><l n="4">κρατὸς ἀπʼ ἀθανάτοιο, πολὺς δʼ ὑπὸ κόσμος ὄρωρεν </l><l n="5"> αἴγλης λαμπούσης· στίλβει δέ τʼ ἀλάμπετος ἀὴρ </l><l n="6">χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δʼ ἐνδιάονται, </l><l n="7">εὖτʼ ἂν ἀπʼ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν, </l><l n="8">εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη, </l><l n="9">ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας, </l><l n="10">ἐσσυμένως προτέρωσʼ ἐλάσῃ καλλίτριχας ἵππους, </l><l n="11">ἑσπερίη, διχόμηνος· ὃ δὲ πλήθει μέγας ὄγμος </l><l n="12">λαμπρόταταί τʼ αὐγαὶ τότʼ ἀεξομένης τελέθουσιν </l><l n="13">οὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται. </l><l n="14"><milestone unit="Para" ed="P"/>τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ· </l><l n="15">ἣ δʼ ὑποκυσαμένη Πανδείην γείνατο κούρην, </l><l n="16">ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι. </l><l n="17"><milestone unit="Para" ed="P"/>χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη, </l><l n="18">πρόφρον, ἐυπλόκαμος· σέο δʼ ἀρχόμενος κλέα φωτῶν </l><l n="19">ᾁσομαι ἡμιθέων, ὧν κλείουσʼ ἔργματʼ ἀοιδοί, </l><l n="20">Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>