<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2:1-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2:1-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg028.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>Παλλάδ’ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ ἀείδειν </l><l n="2">γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν, </l><l n="3">παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν, </l><l n="4">Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς </l><l n="5">σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ ἔχουσαν, </l><l n="6">χρύσεα, παμφανόωντα·  σέβας δ’ ἔχε πάντας ὁρῶντας </l><l n="7">ἀθανάτους·  ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο </l><l n="8">ἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου, </l><l n="9">σείσασ’ ὀξὺν ἄκοντα·  μέγας δ’ ἐλελίζετ’ Ὄλυμπος </l><l n="10">δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος·  ἀμφὶ δὲ γαῖα </l><l n="11">σμερδαλέον ἰάχησεν·  ἐκινήθη δ’ ἄρα πόντος, </l><l n="12">κύμασι πορφυρέοισι κυκώμενος·  ἔκχυτο δ’ ἅλμη </l><l n="13">ἐξαπίνης·  στῆσεν δ’ Ὑπερίονος ἀγλαὸς υἱὸς </l><l n="14">ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη </l><l n="15">εἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχη </l><l n="16">Παλλὰς Ἀθηναίη·  γήθησε δὲ μητίετα Ζεύς. </l><l n="17"><milestone unit="Para" ed="P"/>καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο·  </l><l n="18">αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>