<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg007.perseus-grc2"><l n="1"><milestone unit="Para" ed="P"/>ἀμφὶ Διώνυσον, Σεμέλης ἐρικυδέος υἱόν, </l><l n="2">μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο </l><l n="3">ἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς, </l><l n="4">πρωθήβῃ·  καλαὶ δὲ περισσείοντο ἔθειραι, </l><l n="5">κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις </l><l n="6">πορφύρεον·  τάχα δ’ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς </l><l n="7">ληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον, </l><l n="8">Τυρσηνοί·  τοὺς δ’ ἦγε κακὸς μόρος·  οἳ δὲ ἰδόντες </l><l n="9">νεῦσαν ἐς ἀλλήλους, τάχα δ’ ἔκθορον. αἶψα δ’ ἑλόντες </l><l n="10">εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ. </l><l n="11">υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήων </l><l n="12">εἶναι καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι. </l><l n="13">τὸν δ’ οὐκ ἴσχανε δεσμά, λύγοι δ’ ἀπὸ τηλόσε πῖπτον </l><l n="14">χειρῶν ἠδὲ ποδῶν·  ὃ δὲ μειδιάων ἐκάθητο </l><l n="15">ὄμμασι κυανέοισι·  κυβερνήτης δὲ νοήσας </l><l n="16">αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε·  </l><l n="17"><milestone unit="Para" ed="P"/><!--<milestone type="startquote"/>-->δαιμόνιοι, τίνα τόνδε θεὸν δεσμεύεθ’ ἑλόντες, </l><l n="18">καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής. </l><l n="19">ἢ γὰρ Ζεὺς ὅδε γ’ ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλων </l><l n="20">ἠὲ Ποσειδάων·  ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>