<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:81-100</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:81-100</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="81">στῆ δʼ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη </l><l n="82">παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη, </l><l n="83">μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας. </l><l n="84">Ἀγχίσης δʼ ὁρόων ἐφράζετο θαύμαινέν τε </l><l n="85">εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα. </l><l n="86">πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς, </l><l n="89">καλόν, χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη </l><l n="90">στήθεσιν ἀμφʼ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι· </l><l n="87">εἶχε δʼ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς· </l><l n="88">ὅρμοι δʼ ἀμφʼ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν. </l><l n="91"><milestone unit="Para" ed="P"/>Ἀγχίσην δʼ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα· </l><l n="92"><!-- <milestone type="startquote"/> -->χαῖρε, ἄνασσʼ, ἥ τις μακάρων τάδε δώμαθʼ ἱκάνεις, </l><l n="93">Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη </l><l n="94">ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη, </l><l n="95">ἤ πού τις Χαρίτων δεῦρʼ ἤλυθες, αἵτε θεοῖσι </l><l n="96">πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται, </l><l n="97">ἤ τις Νυμφάων, αἵτʼ ἄλσεα καλὰ νέμονται </l><l n="98">ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι </l><l n="99">καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα. </l><l n="100">σοὶ δʼ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>