<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:73-85</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:73-85</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="73">καὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον· οἳ δʼ ἅμα πάντες </l><l n="74">σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους· <milestone unit="card" n="75" ed="P"/>
      </l><l n="75">αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε· </l><l n="76">τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλων </l><l n="77">Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα. </l><l n="78">οἳ δʼ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας </l><l n="79">πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπʼ ἄλλων </l><l n="80">πωλεῖτʼ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων. </l><l n="81">στῆ δʼ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη </l><l n="82">παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη, </l><l n="83">μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας. </l><l n="84">Ἀγχίσης δʼ ὁρόων ἐφράζετο θαύμαινέν τε </l><l n="85">εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>