<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:61-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:61-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="61">ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ </l><l n="62">ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, </l><l n="63">ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν. </l><l n="64">ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ </l><l n="65">χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη </l><l n="66">σεύατʼ ἐπὶ Τροίης προλιποῦσʼ εὐώδεα Κύπρον, </l><l n="67">ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον. </l><l n="68">Ἴδην δʼ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν, </l><l n="69">βῆ δʼ ἰθὺς σταθμοῖο διʼ οὔρεος· οἳ δὲ μετʼ αὐτὴν </l><l n="70">σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες, </l><l n="71">ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι </l><l n="72">ἤισαν· ἣ δʼ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν </l><l n="73">καὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον· οἳ δʼ ἅμα πάντες </l><l n="74">σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους· <milestone unit="card" n="75" ed="P"/>
      </l><l n="75">αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε· </l><l n="76">τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλων </l><l n="77">Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα. </l><l n="78">οἳ δʼ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας </l><l n="79">πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπʼ ἄλλων </l><l n="80">πωλεῖτʼ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>