<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:261-280</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:261-280</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="261">καί τε μετʼ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο. </l><l n="262">τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης </l><l n="263">μίσγοντʼ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων. </l><l n="264">τῇσι δʼ ἅμʼ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι </l><l n="265">γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ, </l><l n="266">καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν. </l><l n="267">ἑστᾶσʼ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν </l><l n="268">ἀθανάτων· τὰς δʼ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ· </l><l n="269">ἀλλʼ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο, </l><l n="270">ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά, </l><l n="271">φλοιὸς δʼ ἀμφιπεριφθινύθει, πίπτουσι δʼ ἄπʼ ὄζοι, </l><l n="272">τῶν δέ θʼ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο. </l><l n="273">αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι. </l><l n="274">τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη, </l><l n="275">ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα. </l><l n="276">σοὶ δʼ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω, </l><l n="277">ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα. </l><l n="278">τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι, </l><l n="279">γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται· </l><l n="280">ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>