<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:255-267</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:255-267</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="255">παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα. </l><l n="256">τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο, </l><l n="257">Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι, </l><l n="258">αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε· </l><l n="259">αἵ ῥʼ οὔτε θνητοῖς οὔτʼ ἀθανάτοισιν ἕπονται. </l><l n="260">δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι </l><l n="261">καί τε μετʼ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο. </l><l n="262">τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης </l><l n="263">μίσγοντʼ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων. </l><l n="264">τῇσι δʼ ἅμʼ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι </l><l n="265">γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ, </l><l n="266">καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν. </l><l n="267">ἑστᾶσʼ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>