<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:241-260</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:241-260</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="241">ἀλλʼ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε </l><l n="242">ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης, </l><l n="243">οὐκ ἂν ἔπειτά μʼ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι. </l><l n="244">νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει </l><l n="245">νηλειές, τό τʼ ἔπειτα παρίσταται ἀνθρώποισιν, </l><l n="246">οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ. <milestone unit="card" n="247" ed="P"/>
        </l><l n="247"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐμοὶ μέγʼ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν </l><l n="248">ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο, </l><l n="249">οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας </l><l n="250">ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί, </l><l n="251">τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα. </l><l n="252">νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι </l><l n="253">τοῦτο μετʼ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην, </l><l n="254">σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο, </l><l n="255">παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα. </l><l n="256">τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο, </l><l n="257">Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι, </l><l n="258">αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε· </l><l n="259">αἵ ῥʼ οὔτε θνητοῖς οὔτʼ ἀθανάτοισιν ἕπονται. </l><l n="260">δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>