<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="21">οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργʼ Ἀφροδίτης, </l><l n="22">Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης, </l><l n="23">αὖτις δʼ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο, </l><l n="24">πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων· </l><l n="25">ἣ δὲ μαλʼ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν· </l><l n="26">ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν, </l><l n="27">ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο, </l><l n="28">παρθένος ἔσσεσθαι πάντʼ ἤματα, δῖα θεάων. </l><l n="29">τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο </l><l n="30">καὶ τε μέσῳ οἴκῳ κατʼ ἄρʼ ἕζετο πῖαρ ἑλοῦσα. </l><l n="31">πᾶσιν δʼ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι </l><l n="32">καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται. <milestone unit="card" n="33" ed="P"/>
      </l><l n="33"><milestone unit="Para" ed="P"/>τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι· </l><l n="34">τῶν δʼ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστʼ Ἀφροδίτην </l><l n="35">οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων. </l><l n="36">καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου, </l><l n="37">ὅστε μέγιστός τʼ ἐστὶ μεγίστης τʼ ἔμμορε τιμῆς. </l><l n="38">καί τε τοῦ, εὖτʼ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα </l><l n="39">ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν, </l><l n="40">Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>