<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:125-137</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:125-137</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="125">οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης· </l><l n="126">Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι </l><l n="127">κουριδίην ἄλοχον, σοὶ δʼ ἀγλαὰ τέκνα τεκεῖσθαι. </l><l n="128">αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γʼ αὖτις </l><l n="129">ἀθανάτων μετὰ φῦλʼ ἀπέβη κρατὺς Ἀργειφόντης· </l><l n="130">αὐτὰρ ἐγώ σʼ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη. </l><l n="131">ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων </l><l n="132">ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν· </l><l n="133">ἀδμήτην μʼ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος </l><l n="134">πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδνʼ εἰδυίῃ </l><l n="135">σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν. </l><l n="136">οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλʼ εἰκυῖα. </l><l n="137">πέμψαι δʼ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>