<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:101-120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2:101-120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2"><l n="101">βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ </l><l n="102">ὥρῃσιν πάσῃσι. σὺ δʼ εὔφρονα θυμὸν ἔχουσα </l><l n="103">δός με μετὰ Τρώεσσιν ἀριπρεπέʼ ἔμμεναι ἄνδρα, </l><l n="104">ποίει δʼ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμʼ αὐτὸν </l><l n="105">δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο, </l><l n="106">ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.<!-- <milestone type="endquote"/> --></l><milestone unit="card" n="107" ed="P"/><l n="107"><milestone unit="Para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· </l><l n="108"><!-- <milestone type="startquote"/> -->Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων, </l><l n="109">οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτῃσιν ἐίσκεις; </l><l n="110">ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ. </l><l n="111">Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις, </l><l n="112">ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει. </l><l n="113">γλῶσσαν δʼ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα. </l><l n="114">Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ </l><l n="115">σμικρὴν παῖδʼ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα. </l><l n="116">ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα. </l><l n="117">νῦν δέ μʼ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης </l><l n="118">ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς. </l><l n="119">πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι </l><l n="120">παίζομεν, ἀμφὶ δʼ ὅμιλος ἀπείριτος ἐστεφάνωτο. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>