<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:557-574</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:557-574</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="557">παῖς ἔτʼ ἐὼν μελέτησα· πατὴρ δʼ ἐμὸς οὐκ ἀλέγιζεν, </l><l n="558">ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη </l><l n="559">κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα. </l><l n="560">αἳ δʼ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν, </l><l n="561">προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν· </l><l n="562">ἢν δʼ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν, </l><l n="563">ψεύδονται δὴ ἔπειτα διʼ ἀλλήλων δονέουσαι. </l><l n="564">τάς τοι ἔπειτα δίδωμι· σὺ δʼ ἀτρεκέως ἐρεείνων </l><l n="565">σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς, </l><l n="566">πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι. </l><l n="567">ταῦτʼ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς </l><l n="568">ἵππους τʼ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.<!-- <milestone type="endquote"/> --></l><l n="568a"><milestone unit="Para" ed="P"/>[<supplied reason="lost" source="Allen's supplement">ὡς ἔφατʼ· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι</supplied></l><l n="568b"><supplied reason="lost" source="Allen's supplement">θῆκε τέλος· πᾶσιν δʼ ἄρʼ ὅ γʼ οἰωνοῖσι κέλευσεν</supplied>] </l><l n="569">καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι </l><l n="570">καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών, </l><l n="571">πᾶσι δʼ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν, </l><l n="572">οἶον δʼ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι, </l><l n="573">ὅς τʼ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον. </l><l n="574"><milestone unit="Para" ed="P"/>οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>