<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:537-556</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:537-556</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="537">μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων </l><l n="538">ἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν. </l><l n="539">καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε </l><l n="540">θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς. </l><l n="541">ἀνθρώπων δʼ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω, </l><l n="542">πολλὰ περιτροπέων ἀμεγάρτων φῦλʼ ἀνθρώπων. </l><l n="543">καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ </l><l n="544">φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν· </l><l n="545">οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω. </l><l n="546">ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι </l><l n="547">μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν </l><l n="548">ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων, </l><l n="549">φήμʼ, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην. <milestone unit="card" n="550" ed="P"/>
        </l><l n="550"><milestone unit="Para" ed="P"/>ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ </l><l n="551">καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον· </l><l n="552">σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι, </l><l n="553">παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι, </l><l n="554">τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά, </l><l n="555">οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο, </l><l n="556">μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>