<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:518-536</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:518-536</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="518">ἀλλʼ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι, </l><l n="519">ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ, </l><l n="520">πάντʼ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.<!-- <milestone type="endquote"/> --> </l><l n="521"><milestone unit="Para" ed="P"/>καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε, </l><l n="522">μή ποτʼ ἀποκλέψειν, ὅσʼ Ἑκηβόλος ἐκτεάτισται, </l><l n="523">μηδέ ποτʼ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων </l><l n="524">Λητοΐδης κατένευσεν ἐπʼ ἀρθμῷ καὶ φιλότητι, </l><l n="525">μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι, </l><l n="526">μήτε θεὸν μήτʼ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον </l><l n="526a"> [<supplied reason="lost" source="Allen's supplement">αἰετὸν ἧκε πατήρ· ὁ δʼ ἐπώμοσεν· ἦ σε μάλʼ οἶον</supplied>] </l><l n="527"><!-- <milestone type="startquote"/> -->σύμβολον ἀθανάτων ποιήσομαι ἠδʼ ἅμα πάντων, </l><l n="528">πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα </l><l n="529">ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον, </l><l n="530">χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει </l><l n="531">πάντας ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων </l><l n="532">τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς. </l><l n="533">μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις, </l><l n="534">οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τινʼ ἄλλον </l><l n="535">ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε </l><l n="536">πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>