<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:478-497</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:478-497</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="478">εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην, </l><l n="479">καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν. </l><l n="480">εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν </l><l n="481">καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον </l><l n="482">εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν </l><l n="483">τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ, </l><l n="484">φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει </l><l n="485">ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν, </l><l n="486">ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν </l><l n="487">νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ, </l><l n="488">μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι. <milestone unit="card" n="488" ed="P"/>
        </l><l n="489">σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς. </l><l n="490">καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε· </l><l n="491">ἡμεῖς δʼ αὖτʼ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο </l><l n="492">βουσὶ νομούς, Ἐκάεργε, νομεύσομεν ἀγραύλοισιν. </l><l n="493">ἔνθεν ἅλις τέξουσι βόες ταύροις·, μιγεῖσαι </l><l n="494">μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ </l><l n="495">κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.<!--  <milestone type="endquote"/> --></l><l n="496"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν ὤρεξʼ· ὃ δʼ ἐδέξατο Φοῖβος Ἀπόλλων, </l><l n="497">Ἐρμῇ δʼ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>