<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:458-477</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2:458-477</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="458">νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι </l><l n="459">σοί τʼ αὐτῷ καὶ μητρί· τὸ δʼ ἀτρεκέως ἀγορεύσω· </l><l n="460">ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε </l><l n="461">κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόνʼ εἵσω </l><l n="462">δώσω τʼ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.<!-- <milestone type="endquote"/> --></l><l n="463"><milestone unit="Para" ed="P"/>τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν· </l><l n="464"><!-- <milestone type="startquote"/> -->εἰρωτᾷς μʼ, Ἐκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοι </l><l n="465">τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω. </l><l n="466">σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι </l><l n="467">βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντʼ εὖ οἶδας· </l><l n="468">πρῶτος γάρ, Διὸς υἱέ, μετʼ ἀθανάτοισι θαάσσεις, </l><l n="469">ἠύς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς </l><l n="470">ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα. </l><l n="471">καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς </l><l n="472">μαντείας θʼ Ἐκάεργε, Διὸς παρά, θέσφατα πάντα </l><l n="473">τῶν νῦν αὐτὸς ἐγώ σε μαλʼ ἀφνειὸν δεδάηκα· </l><l n="474">σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς. </l><l n="475">ἀλλʼ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν, </l><l n="476">μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε </l><l n="477">δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>